Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

378 τροφὴ δʼ αὐτοὺς ἐπιλελοίπει, τοῦ μὲν ὄντος ἀπανηλωμένου καρποῦ, τῆς δὲ γῆς ἐκείνῳ τῷ ἔτει μὴ γεωργημένης, ἀλλὰ διὰ τὸ εἶναι τὸ ἕβδομον ἔτος, καθʼ ὃ νόμος ἡμῖν ἀργὴν ἐᾶν τὴν χώραν, ἀσπόρου μεμενηκυίας. πολλοὶ τοιγαροῦν τῶν πολιορκουμένων ἀπεδίδρασκον διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν, ὡς ὀλίγους ἐν τῷ ἱερῷ καταλειφθῆναι.
379 Καὶ τοῖς μὲν πολιορκουμένοις ἐν τῷ ἱερῷ τοιαῦτα συνέβαινεν εἶναι τὰ πράγματα. Λυσίας δὲ ὁ στρατηγὸς καὶ ὁ βασιλεύς, ἐπεὶ Φίλιππος αὐτοῖς ἀπὸ τῆς Περσίδος ἥκων ἐδηλώθη καὶ τὰ πράγματα εἰς αὐτὸν κατασκευάζειν, εἶχον μὲν ὥστε τὴν πολιορκίαν ἀφέντες ὁρμᾶν ἐπὶ τὸν Φίλιππον, οὐ μὴν τοῦτο ποιῆσαι φανερὸν τοῖς στρατιώταις καὶ τοῖς ἡγεμόσιν ἔγνωσαν,
380 ἀλλʼ ἐκέλευσεν τὸν Λυσίαν ὁ βασιλεὺς αὐτῷ τε καὶ τοῖς ἡγεμόσιν ἐν κοινῷ διαλεχθῆναι μηδὲν μὲν τῶν περὶ Φίλιππον ἐμφανίζοντα, τὴν δὲ πολιορκίαν ὅτι χρονιωτάτη γένοιτʼ ἂν δηλοῦντα, καὶ τὴν ὀχυρότητα τοῦ χωρίου, καὶ ὅτι τὰ τῆς τροφῆς αὐτοῖς ἤδη ἐπιλείποι, καὶ ὡς πολλὰ δεῖ καταστῆσαι τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων,
381 καὶ ὡς δοκεῖ πολὺ κρεῖττον εἶναι σπονδὰς ποιησαμένους πρὸς τοὺς πολιορκουμένους καὶ φιλίαν πρὸς ὅλον αὐτῶν τὸ ἔθνος ἐπιτρέψαντας αὐτοῖς χρῆσθαι τοῖς πατρίοις νόμοις, ὧν ἀφαιρεθέντες νῦν ἐξεπολεμώθησαν, χωρεῖν ἐπὶ τὰ οἰκεῖα. ταῦτα τοῦ Λυσίου φήσαντος ἠρέσθη τό τε στράτευμα καὶ οἱ ἡγεμόνες τῇ γνώμῃ.
382 Καὶ πέμψας ὁ βασιλεὺς πρὸς τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ πολιορκουμένους εἰρήνην τε ἐπηγγείλατο καὶ συγχωρεῖν τοῖς πατρίοις νόμοις χρωμένους ζῆν. οἱ δὲ ἀσμένως δεξάμενοι τοὺς λόγους λαβόντες ὅρκους τε καὶ πίστεις ἐξῆλθον ἐκ τοῦ ἱεροῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme