Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

362 Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ἰουδαίων πολλὰ τοὺς Ἰουδαίους εἰργάσαντο· τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν· ἐπέκειτο γὰρ τῷ ἱερῷ ἡ ἄκρα.
363 τούτων οὖν συμβαινόντων αὐτοῖς Ἰούδας ἐξελεῖν διέγνω τὴν φρουράν, καὶ συναγαγὼν τὸν λαὸν ἅπαντα τοὺς ἐν τῇ ἄκρᾳ καρτερῶς ἐπολιόρκει. ἔτος ἦν τοῦτο τῆς ἀρχῆς τοῖς ἀπὸ Σελεύκου ἑκατοστὸν καὶ πεντηκοστόν. κατασκευάσας οὖν μηχανήματα καὶ χώματα ἐγείρας φιλοπόνως προσέκειτο τῇ τῆς ἄκρας αἱρέσει.
364 πολλοὶ δὲ τῶν ἐν αὐτῇ φυγάδων νύκτωρ ἐξελθόντες εἰς τὴν χώραν καί τινας τῶν ὁμοίων καὶ ἀσεβῶν συναγαγόντες ἧκον πρὸς Ἀντίοχον τὸν βασιλέα, οὐκ ἀξιοῦντες ἑαυτοὺς ὑπερορᾶσθαι δεινὰ πάσχοντας ὑπὸ τῶν ὁμοφύλων καὶ ταῦθʼ ὑπομένοντας διὰ τὸν πατέρα αὐτοῦ, τὴν μὲν πάτριον αὐτῶν καταλύσαντας θρησκείαν, ἣν δὲ προσέταξεν ταύτης ἀντιποιουμένους·
365 κινδυνεύειν οὖν ὑπὸ Ἰούδου καὶ τῶν σὺν αὐτῷ τὴν ἀκρόπολιν αἱρεθῆναι καὶ τοὺς φρουροὺς τοὺς ὑπὸ τοῦ βασιλέως κατασταθέντας, εἰ μή τις παρʼ αὐτοῦ βοήθεια πεμφθείη.
366 ταῦτʼ ἀκούσας ὁ παῖς Ἀντίοχος ὠργίσθη καὶ τοὺς ἡγεμόνας καὶ φίλους μεταπεμψάμενος ἐκέλευσε μισθοφόρους συναγαγεῖν καὶ ἐκ τῆς βασιλείας τοὺς στρατεύσιμον ἡλικίαν ἔχοντας. καὶ συνήχθη στρατὸς πεζῶν μὲν ὡσεὶ δέκα μυριάδες, ἱππεῖς δὲ δισμύριοι, ἐλέφαντες δὲ δύο καὶ τριάκοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme