Book 12
357
προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ἰουδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν.
358
ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον.
359
εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφʼ ἡμῶν ἀληθῆ νομιζόντων.
360
Ὁ δʼ Ἀντίοχος πρὶν ἢ τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ.
361
ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει. Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα.