Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

347 μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν.
348 διαβάντες δὲ τὸν Ἰορδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις.
349 κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν.
350 Ἰώσηπος δὲ ὁ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς ὁ Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ ὁ Ἰούδας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν.
351 Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme