Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

 
τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρʼ ἀστείως ἀπεκρίνατο· δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, οἷς οὐκ ἀπιστήσετε.
 
λέγειν δὲ τούτους οἵτινες εἶεν εἰπόντος, αὐτόν, εἶπεν, ὦ βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι. γελάσας δʼ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη.
 
τοῦτο σφόδρα τοὺς ἀπὸ τῶν πόλεων εἰς τὴν Αἴγυπτον ἐλθόντας ἐλύπησεν ὡς παρευδοκιμηθέντας. καὶ οἱ μὲν ἐπανῆκον εἰς τὰς ἰδίας ἕκαστοι πατρίδας μετʼ αἰσχύνης.
 
Ὁ δὲ Ἰώσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν.
 
γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα.
 
θαυμάσας δʼ αὐτὸν ὁ Πτολεμαῖος τοῦ φρονήματος καὶ τῶν πεπραγμένων ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ τι βούλεται. ταῦτʼ ἀκούσαντες οἱ Σύροι κατεπλάγησαν καὶ παράδειγμα τῆς ἀπειθείας χαλεπὸν ἔχοντες τοὺς τῶν Ἀσκαλωνιτῶν ἄνδρας ἀνῃρημένους ἀνοίγοντες τὰς πύλας ἐδέχοντο προθύμως τὸν Ἰώσηπον καὶ τοὺς φόρους ἐτέλουν.
 
ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ.
 
συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο·
 
πολλὰ γὰρ ὑπὸ χεῖρα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ δῶρα ἔπεμπεν καὶ τοῖς φίλοις αὐτῶν καὶ πᾶσιν τοῖς περὶ τὴν αὐλὴν δυνατοῖς ὠνούμενος διὰ τούτων τὴν εὔνοιαν τὴν παρʼ αὐτῶν.
 
Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα.
 
γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης· τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὥραν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπʼ ἀξιώματος Ἰουδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ἰουδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστʼ ἐκπλῆσαι τὴν ἐπιθυμίαν.
 
ὁ δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν. ὁ δʼ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα.
 
τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δʼ ἧς ἐρᾷ μετʼ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα ἢ περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ἰώσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν.
 
ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος ὁ παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον.
 
τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθʼ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δʼ ἐκείνους τὸν νεώτατον Ὑρκανόν,
 
δοὺς αὐτῷ τριακόσια ζεύγη βοῶν, ἐξέπεμψεν ὁδὸν ἡμερῶν δύο εἰς τὴν ἐρημίαν σπεροῦντα τὴν γῆν ἀποκρύψας τοὺς ζευκτῆρας ἱμάντας.
 
ὁ δὲ γενόμενος ἐν τῷ τόπῳ καὶ τοὺς ἱμάντας οὐκ ἔχων, τῆς μὲν τῶν βοηλατῶν γνώμης κατηλόγησεν συμβουλευόντων πέμπειν πρὸς τὸν πατέρα κομιοῦντάς τινας τοὺς ἱμάντας, τὸν δὲ καιρὸν ἡγησάμενος μὴ δεῖν ἀπολλύναι περιμένοντα τοὺς ἀποσταλησομένους ἐπενόησέν τι στρατηγικὸν καὶ τῆς ἡλικίας πρεσβύτερον.
 
κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν ὁ πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν.
 
ἐλθόντα δʼ ὁ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπʼ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν.
 
Ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα.
 
τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δʼ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν.
 
ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ.
 
διαλιπὼν δὲ ὀλίγον ὁ παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὕρῃ καλλίστων καὶ πολυτελῶν χρήματα.
 
ὁ δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων·
 
ὁ γὰρ Ἰώσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθʼ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν.
 
πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὥρμησεν. ἐξελθόντος δʼ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵνʼ αὐτὸν διαφθείρωσιν.
 
Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δʼ αὐτὸν αἰτήσειν δέκα ἢ βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος· δώσειν δʼ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ.
 
παροξυνθεὶς δʼ ὁ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν ὁ Ἀρίων ἐν τιμῇ παρʼ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν ἡ Κλεοπάτρα.
 
ὁ δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον·
 
ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρʼ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ· κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδʼ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ.
 
τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν· διαφέρειν γὰρ οὐδὲν ἢ μικρὸν εἶναί τινα δεσπότην ἢ μέγαν· ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι. ταῦτʼ ἀκούσας ὁ Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν.
 
Μαθὼν δὲ ὁ Ἀρίων, ὅτι τοῦτον ὁ βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας ὁ Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας.
 
οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν. λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρʼ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην.
 
κληθεὶς δʼ ἐφʼ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων.
 
τῶν δὲ συγκατακειμένων πάντων τῶν μερῶν τὰ ὀστᾶ, ἀφῄρουν γὰρ αὐτοὶ τὰς σάρκας, σωρευόντων ἔμπροσθεν τοῦ Ὑρκανοῦ, ὡς πληρῶσαι τὴν παρακειμένην αὐτῷ τράπεζαν,
 
Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, ὁρᾷς, εἶπεν, ὦ δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.
 
γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, ὅτι τοσαῦτʼ αὐτῷ παράκειται ὀστᾶ, εἰκότως, εἶπεν, ὦ δέσποτα· τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασιν κατεσθίειν, ὥσπερ οὗτοι πρὸς τοὺς κατακειμένους ἐπιβλέπων, ὅτι μηθὲν ἔμπροσθεν αὐτῶν ἔκειτο, οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσιν, τὰ δʼ ὀστᾶ ῥίπτουσιν, ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα.
 
ὁ δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν.
 
τῇ δʼ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ.
 
τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν· πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτʼ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme