Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

240 τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφʼ οὗ καὶ πονούμενοι ὅ τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατʼ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν.
241 παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθʼ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα.
242 Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων.
243 γενόμενος οὖν μετὰ πολλῆς δυνάμεως κατὰ τὸ Πηλούσιον καὶ δόλῳ τὸν Φιλομήτορα Πτολεμαῖον ἐκπεριελθὼν καταλαμβάνει τὴν Αἴγυπτον, καὶ γενόμενος ἐν τοῖς περὶ Μέμφιν τόποις καὶ κατασχὼν ταύτην ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ὡς πολιορκίᾳ παραστησόμενος αὐτὴν καὶ τὸν ἐκεῖ βασιλεύοντα χειρωσόμενος Πτολεμαῖον.
244 ἀπεκρούσθη δʼ οὐ τῆς Ἀλεξανδρείας μόνον, ἀλλὰ καὶ τῆς ὅλης Αἰγύπτου, Ῥωμαίων αὐτῷ παραγγειλάντων ἀπέχεσθαι τῆς χώρας, καθὼς ἤδη που καὶ πρότερον ἐν ἄλλοις δεδηλώκαμεν.
245 διηγήσομαι δὲ κατὰ μέρος τὰ περὶ τοῦτον τὸν βασιλέα, ὡς τήν τε Ἰουδαίαν ἐχειρώσατο καὶ τὸν ναόν· ἐν γὰρ τῇ πρώτῃ μου πραγματείᾳ κεφαλαιωδῶς αὐτῶν ἐπιμνησθεὶς ἀναγκαῖον ἡγησάμην νῦν εἰς τὴν ἐπʼ ἀκριβὲς αὐτῶν ἐπανελθεῖν ὑφήγησιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme