Book 12
201
ὁ γὰρ Ἰώσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθʼ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν.
202
πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὥρμησεν. ἐξελθόντος δʼ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵνʼ αὐτὸν διαφθείρωσιν.
203
Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δʼ αὐτὸν αἰτήσειν δέκα ἢ βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος· δώσειν δʼ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ.
204
παροξυνθεὶς δʼ ὁ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν ὁ Ἀρίων ἐν τιμῇ παρʼ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν ἡ Κλεοπάτρα.
205
ὁ δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον·