Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

195 ἐλθόντα δʼ ὁ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπʼ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν.
196 Ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα.
197 τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δʼ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν.
198 ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ.
199 διαλιπὼν δὲ ὀλίγον ὁ παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὕρῃ καλλίστων καὶ πολυτελῶν χρήματα.
200 ὁ δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme