Book 12
4
κατέσχε δὲ οὗτος καὶ τὰ Ἱεροσόλυμα δόλῳ καὶ ἀπάτῃ χρησάμενος· ἐλθὼν γὰρ σαββάτοις εἰς τὴν πόλιν ὡς θύσων, μήτε τῶν Ἰουδαίων αὐτὸν ἀμυνομένων, οὐδὲν γὰρ ὑπενόουν πολέμιον, καὶ διὰ τὸ ἀνύποπτον καὶ τὴν ἡμέραν ἐν ἀργίᾳ καὶ ῥαθυμίᾳ τυγχανόντων, ἀπόνως ἐγκρατὴς γίγνεται τῆς πόλεως καὶ πικρῶς ἦρχεν αὐτῆς.
5
μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς διʼ αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως·
6
ἔστιν ἔθνος Ἰουδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ μεγάλην ἔχοντες Ἱεροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίῳ γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμειναν ἔχειν δεσπότην.
7
Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο. ὁ δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών.
8
ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρʼ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν.
9
οὐκ ὀλίγοι δʼ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης.