Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

117 καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο. τῷ δʼ ἀρχιερεῖ Ἐλεαζάρῳ διʼ αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο.
118 παρεκάλεσεν δʼ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι. καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ἰουδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι.
119 Ἔτυχον δὲ καὶ τῆς παρὰ τῶν βασιλέων τῆς Ἀσίας τιμῆς, ἐπειδὴ συνεστράτευσαν αὐτοῖς· καὶ γὰρ Σέλευκος ὁ Νικάτωρ ἐν αἷς ἔκτισεν πόλεσιν ἐν τῇ Ἀσίᾳ καὶ τῇ κάτω Συρίᾳ καὶ ἐν αὐτῇ τῇ μητροπόλει Ἀντιοχείᾳ πολιτείας αὐτοὺς ἠξίωσεν καὶ τοῖς ἐνοικισθεῖσιν ἰσοτίμους ἀπέφηνεν Μακεδόσιν καὶ Ἕλλησιν, ὡς τὴν πολιτείαν ταύτην ἔτι καὶ νῦν διαμένειν·
120 τεκμήριον δὲ τοῦτο· τοὺς Ἰουδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. ὃ τοῦ δήμου τῶν Ἀντιοχέων ἐν τῷ νῦν πολέμῳ λῦσαι προαιρουμένου Μουκιανὸς ἡγεμὼν ὢν τότε τῆς Συρίας ἐτήρησεν,
121 καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme