Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

arg ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν.
arg Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα.
arg ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις.
arg ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας.
arg ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος.
arg ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα.
arg ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ.
arg ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν.
arg ὡς Ἰούδας διεφθάρη μαχόμενος.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρο.
1 Ἀλέξανδρος μὲν οὖν ὁ τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ἰουδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον.
2 μεταπεσούσης δʼ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ ὁ Λάγου τὴν Αἴγυπτον εἰλήφει.
3 στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme