Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

63 δεινὸς δὲ ὢν συνιδεῖν πραγμάτων παντοδαπῶν φύσιν καὶ λαβεῖν ἐπίνοιαν ἔργων καινῶν καὶ παραδόξων καὶ ὅσα ἦν ἄγραφα τὴν εὕρεσιν αὐτὸς παρέχων διὰ τὴν σύνεσιν καὶ ὑποδεικνὺς τοῖς τεχνίταις, ἐκέλευσεν ταῦτα κατασκευάζεσθαι καὶ τὰ ἀναγεγραμμένα πρὸς τὴν ἀκρίβειαν αὐτῶν ἀποβλέποντας ὁμοίως ἐπιτελεῖν.
64 Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δʼ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι. τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην.
65 τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι. τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δʼ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπʼ ὄψιν καὶ θεωρίαν ἐρχόμενον.
66 διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι. ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι.
67 τὰ δʼ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme