Book 12
ἦν δὲ τοιοῦτον· δόγμα συγκλήτου περὶ συμμαχίας καὶ εὐνοίας τῆς πρὸς τὸ ἔθνος τὸ Ἰουδαίων. μηδένα τῶν ὑποτεταγμένων Ῥωμαίοις πολεμεῖν τῷ Ἰουδαίων ἔθνει μηδὲ τοῖς πολεμοῦσι χορηγεῖν ἢ σῖτον ἢ πλοῖα ἢ χρήματα.
ἐὰν δὲ ἐπίωσί τινες Ἰουδαίοις, βοηθεῖν Ῥωμαίους αὐτοῖς κατὰ τὸ δυνατόν, καὶ πάλιν, ἂν τῇ Ῥωμαίων ἐπίωσίν τινες, Ἰουδαίους αὐτοῖς συμμαχεῖν. ἂν δέ τι πρὸς ταύτην τὴν συμμαχίαν θελήσῃ τὸ τῶν Ἰουδαίων ἔθνος ἢ προσθεῖναι ἢ ἀφελεῖν, τοῦτο κοινῇ γινέσθω γνώμῃ τοῦ δήμου τοῦ Ῥωμαίων, ὃ δʼ ἂν προστεθῇ τοῦτʼ εἶναι κύριον.
ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ἰωάννου παιδὸς καὶ ὑπὸ Ἰάσονος τοῦ Ἐλεαζάρου ἐπʼ ἀρχιερέως μὲν τοῦ ἔθνους Ἰούδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ἰουδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι.
Δημήτριος δʼ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν.
ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο.
μαθὼν δὲ τὸν Ἰούδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπʼ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων· τῷ Ἰούδᾳ δʼ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων.
Ἰούδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν καὶ τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἷός τʼ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, καὶ προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην.
τῶν δὲ λεγόντων, ὡς οὐκ εἰσὶ πρὸς τοσοῦτο μέγεθος στρατιᾶς ἀξιόμαχοι, συμβουλευόντων δὲ νῦν μὲν ἀναχωρεῖν καὶ σώζειν αὐτούς, αὖθις δὲ συναγαγόντας τοὺς ἰδίους τοῖς ἐχθροῖς συμβαλεῖν, μὴ τοῦτʼ, εἶπεν, ἥλιος ἐπίδοι γενόμενον, ἵνʼ ἐγὼ τὰ νῶτά μου δείξω τοῖς πολεμίοις.
ἀλλʼ εἰ καὶ τελευτὴν ὁ παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον ἢ τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν. καὶ ὁ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν.
Ὁ δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δʼ ἦν ἐπὶ τοῦ δεξιοῦ.
οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι.
τὸ δʼ αὐτὸ ποιήσας ὁ Ἰούδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν ὁ Ἰούδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὥρμησεν ἐπʼ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα.
ὠσάμενος δʼ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι.
ὁ δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ. πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφʼ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς.
πεσόντος δὲ Ἰούδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον.
λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ ὁ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις.
καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ἰούδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθʼ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα.
τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας. τὴν δʼ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.