Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

 
Ὡς Πτολεμαῖος ὁ Λάγου δόλῳ καὶ ἀπάτῃ παραλαβὼν τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν πολλοὺς ἐξ αὐτῆς εἰς Αἴγυπτον μετῴκισεν.
 
ὡς ὁ υἱὸς αὐτοῦ Πτολεμαῖος ὁ κληθεὶς Φιλάδελφος τοὺς Ἰουδαίων νόμους εἰς τὴν Ἑλληνικὴν γλῶσσαν μετέβαλεν καὶ πολλοὺς αἰχμαλώτους ἀπέλυσεν Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ αὐτῶν χαριζόμενος, καὶ ἀναθήματα πολλὰ ἀνέθηκεν τῷ θεῷ.
 
πῶς ἐτίμησαν οἱ τῆς Ἀσίας βασιλεῖς τὸ Ἰουδαίων ἔθνος καὶ πολίτας ἐποίησαν ἐν ταῖς ὑπ' αὐτῶν κτισθείσαις πόλεσιν κατοικίσαντες.
 
ἐκ τῆς γενομένης ἀτυχίας ἐπανόρθωσις ὑπὸ Ἰωσήπου τοῦ Τωβίου ποιησαμένου φιλίαν πρὸς Πτολεμαῖον τὸν Ἐπιφανῆ.
 
φιλία καὶ συμμαχία Λακεδαιμονίων πρὸς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων. 5
 
στάσις τῶν δυνατῶν Ἰουδαίων πρὸς ἀλλήλους καὶ ὡς ἐπεκαλέσαντο Ἀντίοχον τὸν Ἐπιφανῆ.
 
ὅτι στρατευσάμενος Ἀντίοχος ἐπὶ Ἱεροσόλυμα τήν τε πόλιν παρέλαβεν καὶ τὸν ναὸν ἐσύλησεν.
 
ὡς Ἀντιόχου κωλύσαντος τοῖς πατρίοις νόμοις χρῆσθαι τοὺς Ἰουδαίους μόνος ὁ Ἀσαμωναίου παῖς Ματταθίας κατεφρόνησεν τοῦ βασιλέως καὶ τοὺς Ἀντιόχου στρατηγοὺς ἐνίκησεν.
 
ἡ Ματταθίου τελευτή, γηραιοῦ μὲν ὄντος ἤδη, παραδόντος δὲ τὴν τῶν πραγμάτων προστασίαν τοῖς παισίν.
 
ὡς ὁ υἱὸς αὐτοῦ Ἰούδας τοῖς Ἀντιόχου στρατηγοῖς μαχεσάμενος τοὺς Ἰουδαίους εἰς τὴν πάτριον ἐπανήγαγε πολιτείαν καὶ ἀρχιερεὺς ἀπεδείχθη ὑπὸ τοῦ λαοῦ. 10
 
ὡς ὁ Ἀντιόχου στρατηγὸς Ἀπολλώνιος εἰς τὴν Ἰουδαίαν ἐμβαλὼν ἡττηθεὶς ἀπέθανεν.
 
ἡ Σαΐωνος καὶ Γοργίου στρατεία ἐπὶ τὴν Ἰουδαίαν καὶ ἧττα καὶ διαφορὰ τοῦ στρατοῦ.
 
ὅτι στρατευσάμενος Ἰούδας ἐπὶ Ἀμμανίτας καὶ εἰς τὴν Γαλαδῖτιν ἐνίκησεν.
 
ὡς Σίμων ὁ ἀδελφὸς αὐτοῦ στρατευσάμενος ἐπὶ Τυρίους καὶ Πτολεμαεῖς ἐκράτησεν αὐτῶν.
 
Λυσίου στρατεία τοῦ Ἀντιόχου στρατηγοῦ ἐπὶ Ἰουδαίους καὶ ἧττα. 15
 
ὡς Ἀντίοχος ὁ Ἐπιφανὴς ἐτελεύτησεν ἐν Πέρσαις.
 
ὡς Ἀντίοχος ὁ ἐπικληθεὶς Εὐπάτωρ στρατευσάμενος ἐπὶ Ἰουδαίους μετὰ Λυσίου καὶ νικήσας ἐπολιόρκει Ἰούδαν εἰς τὸ ἱερὸν ἐγκλείσας.
 
ὅτι πολλοῦ χρόνου τῇ πολιορκίᾳ τριβομένου φιλίαν ποιησάμενος πρὸς Ἰούδαν εὐπρεπῶς ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας Ἀντίοχος.
 
ὡς Βακχίδης ὁ Δημητρίου στρατηγὸς ἐπιστρατευσάμενος τοῖς Ἰουδαίοις ἄπρακτος ἀνέστρεψε πρὸς τὸν βασιλέα.
 
ὡς Νικάνωρ μετὰ τὸν Βακχίδην πεμφθεὶς στρατηγὸς ἀπώλετο σὺν τῇ στρατιᾷ αὐτοῦ. 20
 
ὅτι πάλιν ἐπὶ τὴν Ἰουδαίαν Βακχίδης ἐκπεμφθεὶς ἐνίκησεν.
 
ὡς Ἰούδας διεφθάρη μαχόμενος.
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρο.
 
Ἀλέξανδρος μὲν οὖν ὁ τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ἰουδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον.
 
μεταπεσούσης δʼ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ ὁ Λάγου τὴν Αἴγυπτον εἰλήφει.
 
στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει.
 
κατέσχε δὲ οὗτος καὶ τὰ Ἱεροσόλυμα δόλῳ καὶ ἀπάτῃ χρησάμενος· ἐλθὼν γὰρ σαββάτοις εἰς τὴν πόλιν ὡς θύσων, μήτε τῶν Ἰουδαίων αὐτὸν ἀμυνομένων, οὐδὲν γὰρ ὑπενόουν πολέμιον, καὶ διὰ τὸ ἀνύποπτον καὶ τὴν ἡμέραν ἐν ἀργίᾳ καὶ ῥαθυμίᾳ τυγχανόντων, ἀπόνως ἐγκρατὴς γίγνεται τῆς πόλεως καὶ πικρῶς ἦρχεν αὐτῆς.
 
μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ὁ τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς διʼ αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως·
 
ἔστιν ἔθνος Ἰουδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ μεγάλην ἔχοντες Ἱεροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίῳ γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμειναν ἔχειν δεσπότην.
 
Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο. ὁ δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών.
 
ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρʼ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν.
 
οὐκ ὀλίγοι δʼ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης.
 
στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρʼ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων.
 
Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετʼ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν ὁ Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπʼ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης·
 
Δημήτριος ὁ Φαληρεύς, ὃς ἦν ἐπὶ τῶν βιβλιοθηκῶν τοῦ βασιλέως, σπουδάζων εἰ δυνατὸν εἴη πάντα τὰ κατὰ τὴν οἰκουμένην συναγαγεῖν βιβλία καὶ συνωνούμενος, εἴ τι που μόνον ἀκούσειε σπουδῆς ἄξιον ὄν, τῇ τοῦ βασιλέως προαιρέσει, μάλιστα γὰρ τὰ περὶ τὴν συλλογὴν τῶν βιβλίων εἶχεν φιλοκάλως, συνηγωνίζετο.
 
ἐρομένου δʼ αὐτόν ποτε τοῦ Πτολεμαίου, πόσας ἤδη μυριάδας ἔχοι συνειλεγμένας βιβλίων, τῶν μὲν ὑπαρχόντων εἶπεν εἶναι περὶ εἴκοσι, ὀλίγου δὲ χρόνου εἰς πεντήκοντα συναθροίσειν.
 
μεμηνῦσθαι δʼ ἔλεγεν αὐτῷ πολλὰ εἶναι καὶ παρὰ Ἰουδαίοις τῶν παρʼ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια καὶ τῆς βασιλέως βιβλιοθήκης, ἃ τοῖς ἐκείνων χαρακτῆρσιν καὶ τῇ διαλέκτῳ γεγραμμένα πόνον αὐτοῖς οὐκ ὀλίγον παρέξειν εἰς τὴν Ἑλληνικὴν μεταβαλλόμενα γλῶτταν.
 
δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς ὁ χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν. οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρʼ ἐκείνοις.
 
δόξας οὖν ὁ βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι.
 
Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπʼ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ,
1 / 12 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme