Book 11
346
Τελευτήσαντος δὲ Ἀλεξάνδρου ἡ μὲν ἀρχὴ εἰς τοὺς διαδόχους ἐμερίσθη, τὸ δὲ ἐπὶ τοῦ Γαριζεὶν ὄρους ἱερὸν ἔμεινεν. εἰ δέ τις αἰτίαν ἔσχεν παρὰ τοῖς Ἱεροσολυμίταις κοινοφαγίας ἢ τῆς ἐν σαββάτοις παρανομίας ἤ τινος ἄλλου τοιούτου ἁμαρτήματος, παρὰ τοὺς Σικιμίτας ἔφευγεν λέγων ἀδίκως ἐκβεβλῆσθαι.
347
τετελευτήκει δὲ κατʼ ἐκεῖνον ἤδη τὸν καιρὸν καὶ ὁ ἀρχιερεὺς Ἰαδδοῦς καὶ τὴν ἀρχιερωσύνην Ὀνίας ὁ παῖς αὐτοῦ παρειλήφει. τὰ μὲν δὴ περὶ τοὺς Ἱεροσολυμίτας ἐν τούτοις ἐτύγχανεν ὄντα.