Book 11
341
εἰσὶν γὰρ οἱ Σαμαρεῖς τοιοῦτοι τὴν φύσιν, ὡς ἤδη που καὶ πρότερον δεδηλώκαμεν· ἐν μὲν ταῖς συμφοραῖς ὄντας τοὺς Ἰουδαίους ἀρνοῦνται συγγενεῖς ὁμολογοῦντες τότε τὴν ἀλήθειαν, ὅταν δέ τι λαμπρὸν περὶ αὐτοὺς ἴδωσιν ἐκ τύχης, ἐπιπηδῶσιν αὐτῶν τῇ κοινωνίᾳ προσήκειν αὐτοῖς λέγοντες καὶ ἐκ τῶν Ἰωσήπου γενεαλογοῦντες αὑτοὺς ἐκγόνων Ἐφραίμου καὶ Μανασσοῦς.
342
μετὰ λαμπρότητος οὖν καὶ πολλὴν ἐνδεικνύμενοι τὴν περὶ αὐτὸν προθυμίαν ἀπήντησαν τῷ βασιλεῖ μικροῦ δεῖν ἐγγὺς τῶν Ἱεροσολύμων. ἐπαινέσαντος δὲ αὐτοὺς Ἀλεξάνδρου οἱ Σικιμῖται προσῆλθον αὐτῷ προσπαραλαβόντες καὶ οὓς Σαναβαλλέτης πρὸς αὐτὸν στρατιώτας ἀπέστειλεν καὶ παρεκάλουν παραγενόμενον εἰς τὴν πόλιν αὐτῶν τιμῆσαι καὶ τὸ παρʼ αὐτοῖς ἱερόν.
343
ὁ δʼ ἐκεῖνο μὲν αὖθις ὑποστρέφων ἰδεῖν ὑπέσχετο πρὸς αὐτούς, ἀξιούντων δὲ ἀφεῖναι τὸν φόρον αὐτοῖς τοῦ ἑβδοματικοῦ ἔτους, οὐδὲ γὰρ αὐτοὺς ἐν αὐτῷ σπείρειν, τίνες ὄντες ταῦτα παρακαλοῦσιν ἐπυνθάνετο. τῶν δʼ εἰπόντων Ἑβραῖοι μὲν εἶναι,
344
χρηματίζειν δʼ οἱ ἐν Σικίμοις Σιδώνιοι, πάλιν αὐτοὺς ἐπηρώτησεν, εἰ τυγχάνουσιν Ἰουδαῖοι. τῶν δʼ οὐκ εἶναι φαμένων ἀλλʼ ἔγωγε ταῦτʼ, εἶπεν, Ἰουδαίοις ἔδωκα, ὑποστρέψας μέντοι γε καὶ διδαχθεὶς ὑφʼ ὑμῶν ἀκριβέστερον ποιήσω τὰ δόξαντα. τοῖς μὲν οὖν Σικιμίταις οὕτως ἀπετάξατο.
345
τοὺς δὲ τοῦ Σαναβαλλέτου στρατιώτας ἐκέλευσεν ἕπεσθαι εἰς Αἴγυπτον· ἐκεῖ γὰρ αὐτοῖς δώσειν κλήρους γῆς· ὃ καὶ μετʼ ὀλίγον ἐποίησεν ἐν τῇ Θηβαΐδι φρουρεῖν τὴν χώραν αὐτοῖς προστάξας.