Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

297 Ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας ὁ παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, διʼ ὃν καὶ Βαγώσης ὁ στρατηγὸς τοῦ ἄλλου Ἀρταξέρξου τὸν ναὸν ἐμίανεν καὶ φόρους ἐπέταξε τοῖς Ἰουδαίοις, πρὶν τὰς καθημερινὰς ἐπιφέρειν θυσίας ὑπὲρ ἀρνὸς ἑκάστου τελεῖν αὐτοὺς δημοσίᾳ δραχμὰς πεντήκοντα.
298 τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι· ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς· τούτῳ φίλῳ τυγχάνοντι ὁ Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν.
299 ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστʼ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατʼ ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρʼ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι.
300 τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ ὁ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ὁ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ ὁ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ὁ ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.
301 πειρωμένου δʼ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ; καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme