Book 11
οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς ἢ τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι.
τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔζδρας ἐκαθάρισεν τὴν περὶ ταῦτα συνήθειαν, ὥστʼ αὐτὴν τοῦ λοιποῦ μόνιμον εἶναι.
Τῷ δʼ ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπʼ αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως.
ὁ δὲ μέσος τοῦ πλήθους σταθεὶς ἀνέγνω καὶ τοῦτʼ ἐποίησεν ἀπʼ ἀρχομένης ἡμέρας ἕως μεσημβρίας· οἱ δὲ ἀκούσαντες ἀναγινωσκομένων τῶν νόμων δίκαιοι μὲν πρὸς τὸ παρὸν καὶ τὸ μέλλον ἐδιδάσκοντο εἶναι, περὶ δὲ τῶν παρῳχημένων ἐδυσφόρουν καὶ μέχρι τοῦ δακρύειν προήχθησαν ἐνθυμούμενοι πρὸς αὑτούς, ὅτι μηδὲν ἂν τῶν πεπειραμένων κακῶν ἔπαθον, εἰ τὸν νόμον διεφύλαττον.
ὁ δὲ Ἔζδρας οὕτως ὁρῶν αὐτοὺς ἔχοντας ἐκέλευσεν ἀπιέναι πρὸς αὑτοὺς καὶ μὴ δακρύειν· εἶναι γὰρ ἑορτὴν καὶ μὴ δεῖν ἐν αὐτῇ κλαίειν· οὐ γὰρ ἐξεῖναι· προυτρέπετο δὲ μᾶλλον πρὸς εὐωχίαν ὁρμήσαντας ποιεῖν τὰ πρόσφορα τῇ ἑορτῇ καὶ κεχαρισμένα, καὶ τὴν μετάνοιαν καὶ λύπην τὴν ἐπὶ τοῖς ἔμπροσθεν ἐξημαρτημένοις ἀσφάλειάν τε ἕξειν καὶ φυλακὴν τοῦ μηδὲν ὅμοιον συμπεσεῖν.
οἱ δὲ ταῦτα Ἔζδρα παραινοῦντος ἑορτάζειν ἤρξαντο καὶ τοῦτο ποιοῦντες ἐφʼ ἡμέρας ὀκτὼ ἐν ταῖς σκηναῖς ἀνεχώρησαν εἰς τὰ οἰκεῖα μετὰ ὕμνων τοῦ θεοῦ τῆς ἐπανορθώσεως τῶν περὶ τὸ πολίτευμα παρανομηθέντων Ἔζδρᾳ χάριν εἰδότες.
ᾧ συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο.
Τῶν δʼ αἰχμαλωτισθέντων τις Ἰουδαίων οἰνοχόος τοῦ βασιλέως Ξέρξου Νεεμίας ὄνομα περιπατῶν πρὸ τῆς μητροπόλεως τῶν Περσῶν Σούσων, ξένων τινῶν ἀπὸ μακρᾶς ὁδοιπορίας εἰς τὴν πόλιν εἰσιόντων ἐπακούσας ἑβραϊστὶ πρὸς ἀλλήλους ὁμιλούντων προσελθὼν αὐτοῖς ἐπυνθάνετο, πόθεν εἶεν παραγενόμενοι.
ἀποκριναμένων δʼ ἥκειν ἐκ τῆς Ἰουδαίας, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα, πάλιν ἤρξατο πυνθάνεσθαι.
κακῶς δʼ ἔχειν εἰπόντων, καθῃρῆσθαι γὰρ εἰς ἔδαφος τὰ τείχη καὶ τὰ πέριξ ἔθνη πολλὰ διατιθέναι κακὰ τοὺς Ἰουδαίους, ἡμέρας μὲν κατατρεχόντων τὴν χώραν καὶ διαρπαζόντων, τῆς δὲ νυκτὸς κακῶς ἀπεργαζομένων, ὡς πολλοὺς ἐκ τῆς χώρας καὶ ἐξ αὐτῶν τῶν Ἱεροσολύμων αἰχμαλώτους ἀπῆχθαι καὶ τὰς ὁδοὺς πλήρεις εὑρίσκεσθαι καθʼ ἡμέραν νεκρῶν,
ἐδάκρυσεν ὁ Νεεμίας ἐλεήσας τῆς συμφορᾶς τοὺς ὁμοφύλους, καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἄχρι τίνος, εἶπεν, ὦ δέσποτα, περιόψει ταῦτα πάσχον τὸ ἔθνος ἡμῶν οὕτως ἅρπαγμα πάντων καὶ λάφυρον γενόμενον;
διατρίβοντος δʼ αὐτοῦ πρὸς τῇ πύλῃ καὶ ταῦτα ἀποδυρομένου προελθών τις ἤγγειλεν αὐτῷ μέλλειν ἤδη κατακλίνεσθαι τὸν βασιλέα. ὁ δʼ εὐθὺς ὡς εἶχεν μηδὲ ἀπολουσάμενος διακονήσων ἔσπευσεν τῷ βασιλεῖ τὴν ἐπὶ τοῦ πότου διακονίαν.
ὡς δὲ μετὰ τὸ δεῖπνον ὁ βασιλεὺς διεχύθη καὶ ἡδίων αὑτοῦ γενόμενος ἀπέβλεψεν εἰς τὸν Νεεμίαν, κατεσκυθρωπακότα θεασάμενος, διὰ τί κατηφὴς εἴη ἀνέκρινεν.
ὁ δὲ τοῦ θεοῦ δεηθεὶς χάριν τινὰ καὶ πειθὼ παρασχεῖν αὐτῷ λέγοντι, πῶς, φησίν, ὦ βασιλεῦ, δύναμαί σοι μὴ βλέπεσθαι τοιοῦτος μηδὲ τὴν ψυχὴν ἀλγεῖν, ὅπου τῆς πατρίδος μου Ἱεροσολύμων, ἐν ᾗ τάφοι καὶ μνήματα προγόνων τῶν ἐμῶν εἰσιν, ἀκούω βεβλῆσθαι κατὰ τῆς γῆς τὰ τείχη καὶ τὰς πύλας ἐμπεπρησμένας αὐτῆς; ἀλλὰ χάρισαί μοι πορευθέντι τὸ τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον προσοικοδομῆσαι.
ὁ δὲ βασιλεὺς διδόναι τε τὴν δωρεὰν κατένευσεν καὶ πρὸς τοὺς σατράπας κομίσαι γράμματα, ὅπως τιμῆς τε αὐτὸν ἀξιώσωσι καὶ πᾶσαν παράσχωσιν χορηγίαν εἰς ἅπερ βούλεται. πέπαυσο δή, φησί, λυπούμενος καὶ χαίρων ἡμῖν τοῦ λοιποῦ διακόνει.
ὁ μὲν οὖν Νεεμίας προσκυνήσας τῷ θεῷ καὶ τῷ βασιλεῖ τῆς ὑποσχέσεως εὐχαριστήσας τὸ κατηφὲς τοῦ προσώπου καὶ συγκεχυμένον ἀπεκάθηρεν τῇ περὶ τῶν ἐπηγγελμένων ἡδονῇ. καλέσας δὲ αὐτὸν τῇ ἐπιούσῃ δίδωσιν αὐτῷ πρὸς Ἀδδαῖον ἐπιστολὴν κομίσαι τὸν τῆς Συρίας καὶ Φοινίκης καὶ Σαμαρείας ἔπαρχον, ἐν ᾗ περί τε τῆς τιμῆς τοῦ Νεεμίου καὶ χορηγίας τῆς εἰς τὴν οἰκοδομίαν ἐπεστάλκει.
Γενόμενος οὖν ἐν Βαβυλῶνι καὶ πολλοὺς τῶν ὁμοφύλων ἐθελοντὶ ἀκολουθοῦντας αὐτῷ παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα πέμπτον καὶ εἰκοστὸν ἔτος ἤδη βασιλεύοντος Ξέρξου, καὶ δείξας τῷ θεῷ τὰς ἐπιστολὰς ἀποδίδωσιν τῷ Ἀδδαίῳ καὶ τοῖς ἄλλοις ἐπάρχοις, καὶ συγκαλέσας πάντα τὸν λαὸν εἰς Ἱεροσόλυμα στὰς ἐν μέσῳ τῷ ἱερῷ τοιούτους ἐποιήσατο πρὸς αὐτὸν τοὺς λόγους·
ἄνδρες Ἰουδαῖοι, τὸν μὲν θεὸν ἴστε μνήμῃ τῶν πατέρων Ἀβράμου καὶ Ἰσάκου καὶ Ἰακώβου παραμένοντα καὶ διὰ τῆς ἐκείνων δικαιοσύνης οὐκ ἐγκαταλείποντα τὴν ὑπὲρ ὑμῶν πρόνοιαν· ἀμέλει συνήργησέν μοι παρὰ τοῦ βασιλέως λαβεῖν ἐξουσίαν, ὅπως ὑμῶν τὸ τεῖχος ἀναστήσω καὶ τὸ λείψανον τοῦ ἱεροῦ τελειώσω.
βούλομαι δʼ ὑμᾶς τὴν τῶν γειτονευόντων ἡμῖν ἐθνῶν δυσμένειαν σαφῶς εἰδότας, καὶ ὅτι πρὸς τὴν οἰκοδομίαν, εἰ μάθοιεν περὶ ταύτην ἡμᾶς φιλοτιμουμένους, ἐνστήσονται καὶ πολλὰ πραγματεύσονται πρὸς αὐτὴν ἡμῖν ἐμπόδια,
θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δʼ ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, ὥς γε καιρὸς ἴδιός ἐστιν.
ταῦτʼ εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμας τε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν.
καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφʼ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ ἡ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον.
Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵνʼ αὐτὸν ἀνέλωσιν.
εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφʼ ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν.
τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτʼ αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη.
ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ ὁ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ ὁ τὴν ὕλην παρακομίζων, θυρεοὺς δʼ ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵνʼ ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν.
αὐτὸς δὲ νύκτωρ περιήρχετο τῆς πόλεως τὸν κύκλον οὐδὲν κάμνων οὔτε τοῖς ἔργοις οὔτε τῇ διαίτῃ οὔτε τοῖς ὕπνοις· οὐδενὶ γὰρ τούτων πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀνάγκην ἐχρῆτο.
καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας· ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ.
τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφʼ ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει.
Νεεμίας δὲ τὴν πόλιν ὁρῶν ὀλιγανθρωπουμένην τοὺς ἱερεῖς τε καὶ Λευίτας παρεκάλεσεν τὴν χώραν ἐκλιπόντας μετελθεῖν εἰς τὴν πόλιν καὶ μένειν ἐν αὐτῇ κατασκευάσας τὰς οἰκίας αὐτοῖς ἐκ τῶν ἰδίων ἀναλωμάτων·
τόν τε γεωργοῦντα λαὸν τὰς δεκάτας τῶν καρπῶν ἐκέλευσε φέρειν εἰς Ἱεροσόλυμα, ἵνα τρέφεσθαι διηνεκῶς ἔχοντες οἱ ἱερεῖς καὶ Λευῖται μὴ καταλείπωσι τὴν θρησκείαν. καὶ οἱ μὲν ἡδέως ὑπήκουσαν οἷς Νεεμίας διετάξατο, πολυανθρωποτέραν δὲ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν οὕτως συνέβη γενέσθαι.
πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ ἐπαίνων ἄξια φιλοτιμησάμενος ὁ Νεεμίας ἐτελεύτησεν εἰς γῆρας ἀφικόμενος. ἀνὴρ δὲ ἐγένετο χρηστὸς τὴν φύσιν καὶ δίκαιος καὶ περὶ τοὺς ὁμοεθνεῖς φιλοτιμότατος, μνημεῖον αἰώνιον αὐτῷ καταλιπὼν τὰ τῶν Ἱεροσολύμων τείχη. ταῦτα μὲν οὖν ἐπὶ Ξέρξου βασιλέως ἐγένετο.
Τελευτήσαντος δὲ Ξέρξου τὴν βασιλείαν εἰς τὸν υἱὸν Κῦρον, ὃν Ἀρταξέρξην Ἕλληνες καλοῦσιν, συνέβη μεταβῆναι. τούτου τὴν Περσῶν ἔχοντος ἡγεμονίαν ἐκινδύνευσεν τὸ τῶν Ἰουδαίων ἔθνος ἅπαν σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι. τὴν δʼ αἰτίαν μετʼ οὐ πολὺ δηλώσομεν·
πρέπει γὰρ τὰ τοῦ βασιλέως διηγεῖσθαι πρῶτον, ὡς ἔγημεν Ἰουδαίαν γυναῖκα τοῦ γένους οὖσαν τοῦ βασιλικοῦ, ἣν καὶ σῶσαι τὸ ἔθνος ἡμῶν λέγουσιν.
παραλαβὼν γὰρ τὴν βασιλείαν ὁ Ἀρταξέρξης καὶ καταστήσας ἀπὸ Ἰνδίας ἄχρι Αἰθιοπίας τῶν σατραπειῶν ἑκατὸν καὶ εἰκοσιεπτὰ οὐσῶν ἄρχοντας, τῷ τρίτῳ τῆς βασιλείας ἔτει τούς τε φίλους καὶ τὰ Περσῶν ἔθνη καὶ τοὺς ἡγεμόνας αὐτῶν ὑποδεξάμενος ἑστιᾷ πολυτελῶς, οἷον εἰκὸς παρὰ βασιλεῖ τοῦ πλούτου παρασκευαζομένῳ τὴν ἐπίδειξιν ποιήσασθαι, ἐπὶ ἡμέρας ἑκατὸν ὀγδοήκοντα.
ἔπειτα τὰ ἔθνη καὶ τοὺς πρεσβευτὰς αὐτῶν ἐν Σούσοις ἐπὶ ἡμέρας κατευώχησεν ἑπτά. τὸ δὲ συμπόσιον ἦν αὐτοῖς τὸν τρόπον τοῦτον γεγενημένον· σκήνωμα πηξάμενος ἐκ χρυσέων καὶ ἀργυρέων κιόνων ὕφη λίνεα καὶ πορφύρεα κατʼ αὐτῶν διεπέτασεν, ὥστε πολλὰς μυριάδας κατακλίνεσθαι.
διηκονοῦντο δʼ ἐκπώμασι χρυσέοις καὶ τοῖς διὰ λίθου πολυτελοῦς εἰς τέρψιν ἅμα καὶ θέαν πεποιημένοις. προσέταττεν δὲ καὶ τοῖς διακόνοις μὴ βιάζεσθαι πίνειν τὸ ποτὸν αὐτοῖς συνεχῶς προσφέροντας, ὡς καὶ παρὰ Πέρσαις γίγνεται, ἀλλʼ ἐπιτρέπειν αὐτοῖς καὶ πρὸς ὃ βούλεται τῶν κατακειμένων ἕκαστος φιλοφρονεῖσθαι.
διαπέμψας δὲ καὶ κατὰ τὴν χώραν παρήγγειλεν ἀνεῖσθαι τῶν ἔργων ἀφιεμένους καὶ ἑορτάζειν ὑπὲρ τῆς βασιλείας αὐτοῦ πολλαῖς ἡμέραις.
ὁμοίως τε τῶν γυναικῶν ἡ βασίλισσα Ἄστη συνήγαγεν συμπόσιον ἐν τοῖς βασιλείοις, ἣν ἐπιδεῖξαι βουλόμενος τοῖς ἑστιωμένοις ὁ βασιλεὺς πέμψας ἐκέλευσεν αὐτὴν εἰς τὸ συμπόσιον ἥκειν κάλλει τὰς γυναῖκας ἁπάσας ὑπερβάλλουσαν.
ἡ δὲ φυλακῇ τῶν παρὰ Πέρσαις νόμων, οἳ τοῖς ἀλλοτρίοις βλέπεσθαι τὰς γυναῖκας ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸς τὸν βασιλέα, καὶ πολλάκις τοὺς εὐνούχους ἀποστέλλοντος πρὸς αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν,