Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

238 ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενός τε καὶ προσομιλῶν ἡδέως καὶ θαρρεῖν παρακαλῶν καὶ μηδὲν ὑποπτεύειν σκυθρωπόν, ὅτι πρὸς αὐτὸν ἄκλητος ἔλθοι· τὸν γὰρ νόμον τοῦτον πρὸς τοὺς ὑπηκόους κεῖσθαι, τὴν δὲ ὁμοίως αὐτῷ βασιλεύουσαν πᾶσαν ἔχειν ἄδειαν.
239 ταῦτα λέγων τὸ σκῆπτρον αὐτῆς ἐνετίθει τῇ χειρὶ καὶ τὴν ῥάβδον ἐξέτεινεν ἐπὶ τὸν αὐχένα αὐτῆς διὰ τὸν νόμον εὐλαβείας αὐτὴν ἀπολύων.
240 ἡ δʼ ὑπὸ τούτων ἀναζωπυρήσασα, δέσποτʼ, εἶπεν, οὐκ ἔχω σοι τὸ αἰφνίδιον τοῦ συμβεβηκότος μοι ῥᾳδίως εἰπεῖν· ὡς γὰρ εἶδόν σε μέγαν καὶ καλὸν καὶ φοβερόν, εὐθὺς ὑπεχώρει μου τὸ πνεῦμα καὶ κατελειπόμην ὑπὸ τῆς ψυχῆς.
241 μόλις δʼ αὐτῆς καὶ ταῦτα φθεγγομένης καὶ μετὰ ἀσθενείας αὐτόν τε ἀγωνία καὶ ταραχὴ κατελάμβανεν καὶ τὴν Ἐσθῆρʼ εὐψυχεῖν καὶ τὰ κρείττω προσδοκᾶν παρεθάρρυνεν, ὡς αὐτοῦ καὶ τὰ ἡμίση τῆς βασιλείας, εἰ δέοιτο τούτων, παραχωρήσοντος αὐτῇ.
242 ἡ δὲ Ἐσθήρα ἐφʼ ἑστίασιν αὐτὸν μετὰ Ἀμάνου τοῦ φίλου πρὸς αὐτὴν ἐλθεῖν ἠξίωσεν· παρεσκευακέναι γὰρ αὐτὴν δεῖπνον ἔλεγεν. ὡς δʼ ἐπένευσεν καὶ παρῆσαν, μεταξὺ πίνων τὴν Ἐσθῆρα ἐκέλευσε δηλοῦν αὐτῷ, τί βούλεται·
243 μηδενὸς γὰρ ἀτυχήσειν, μηδʼ ἂν τὸ μέρος τῆς βασιλείας ἐθελήσῃ λαβεῖν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλλετο φράζειν αὐτῷ τὴν αὐτῆς βούλησιν, εἰ πάλιν ἔλθοι πρὸς αὐτὴν μετὰ Ἀμάνου ἐφʼ ἑστίασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme