Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

149 καθισάντων δὲ ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, παρόντων ἅμα καὶ τῶν πρεσβυτέρων καὶ ὑπὸ τοῦ κρύους ἀηδῶς διακειμένων, ἀναστὰς Ἔζδρας ᾐτιᾶτο ἐκείνους λέγων παρανομῆσαι γήμαντας οὐκ ἐξ ὁμοφύλων· νῦν μέντοι γε ποιήσειν αὐτοὺς τῷ μὲν θεῷ κεχαρισμένα συμφέροντα δὲ αὐτοῖς ἀποπεμψαμένους τὰς γυναῖκας.
150 οἱ δὲ ποιήσειν μὲν τοῦτο πάντες ἐξεβόησαν, τὸ δὲ πλῆθος εἶναι πολύ, καὶ τὴν ὥραν τοῦ ἔτους χειμέριον, καὶ τὸ ἔργον οὐ μιᾶς οὐδὲ δευτέρας ἡμέρας ὑπάρχειν. ἀλλʼ οἵ τε ἡγεμόνες τούτοις καὶ οἱ συνοικοῦντες ταῖς ἀλλοφύλοις παραγενέσθωσαν λαβόντες χρόνον καὶ πρεσβυτέρους ἐξ οὗ ἂν θελήσωσιν τόπου τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος.
151 καὶ ταῦτα δόξαν αὐτοῖς ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς ἀναζητεῖν τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν πολλοὺς ἔκ τε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν,
152 οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς ἢ τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι.
153 τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔζδρας ἐκαθάρισεν τὴν περὶ ταῦτα συνήθειαν, ὥστʼ αὐτὴν τοῦ λοιποῦ μόνιμον εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme