Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

 
τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
 
ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν ὁ Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. πρὸς τούτοις ὁ Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας.
 
οὕτως μὲν οὖν οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας.
 
Ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες ὅ τε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ὁ ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες,
 
κατεσκεύασάν τε θυσιαστήριον ἐφʼ οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπʼ αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων.
 
ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατʼ ἐκεῖνον τὸν καιρόν, ὡς ὁ νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵ τε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός.
 
ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖς τε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖς τε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τά τε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα· τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο.
 
Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο ἡ τοῦ ναοῦ κατασκευή· καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ.
 
καὶ ὁ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον ἢ προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος.
 
οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ναὸν ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο.
 
ὁ δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐδʼ ἀνάμνησιν οὐδὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπʼ ἐλάττοσιν οἷς ὑπελάμβανεν.
 
ὑπερεφώνει δὲ τὸν τῶν σαλπίγγων ἦχον καὶ τὴν τοῦ πλήθους χαρὰν ἡ τῶν πρεσβυτέρων καὶ ἱερέων ἐφʼ οἷς ἐδόκουν ἐλαττοῦσθαι τὸν ναὸν τοῦ κατασκαφέντος οἰμωγή.
 
Τῆς δὲ βοῆς τῶν σαλπίγγων ἀκούσαντες οἱ Σαμαρεῖται, ἐτύγχανον γὰρ ἀπεχθανόμενοι τῇ τε Ἰούδα φυλῇ καὶ τῇ Βενιαμίτιδι, συνέδραμον τὴν αἰτίαν τοῦ θορύβου μαθεῖν θέλοντες. γνόντες δὲ τοὺς αἰχμαλωτισθέντας εἰς Βαβυλῶνα τῶν Ἰουδαίων ἀνακτίζοντας τὸ ἱερόν, προσίασιν τῷ Ζοροβαβήλῳ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν ἀξιοῦντες αὐτοῖς ἐπιτραπῆναι συγκατασκευάσαι τὸν ναὸν καὶ κοινωνῆσαι τῆς οἰκοδομίας·
 
σεβόμεθα γὰρ οὐκ ἔλαττον ἐκείνων τὸν θεόν, ἔφασκον, καὶ τοῦτον ὑπερευχόμεθα καὶ τῆς θρησκείας ἐσμὲν ἐπιθυμηταὶ ἐξ ἐκείνου τοῦ χρόνου, ἀφʼ οὗ Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐκ τῆς Χουθίας ἡμᾶς μετήγαγεν καὶ Μηδίας ἐνθάδε.
 
τούτους αὐτῶν ποιησαμένων τοὺς λόγους Ζοροβάβηλος καὶ Ἰησοῦς ὁ ἀρχιερεὺς καὶ οἱ τῶν πατριῶν ἡγεμόνες τῶν Ἰσραηλιτῶν πρὸς αὐτοὺς ἔφασαν τῆς μὲν οἰκοδομίας αὐτοῖς ἀδύνατον εἶναι κοινωνεῖν, αὐτῶν προσταχθέντων κατασκευάσαι τὸν ναὸν πρότερον μὲν ὑπὸ Κύρου νῦν δὲ ὑπὸ Δαρείου·
 
προσκυνεῖν δὲ αὐτοῖς ἐφιέναι καὶ τοῦτο μόνον εἶναι κοινόν, εἰ βούλονται, πρὸς αὐτοὺς καὶ πᾶσιν ἀνθρώποις ἀφικνουμένοις εἰς τὸ ἱερὸν σέβειν τὸν θεόν.
 
Ταῦτʼ ἀκούσαντες οἱ Χουθαῖοι, τὴν γὰρ προσηγορίαν οἱ Σαμαρεῖται ταύτην ἔχουσιν, ἠγανάκτησαν καὶ πείθουσιν τὰ ἐν Συρίᾳ ἔθνη τῶν σατραπῶν δεηθῆναι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ Κύρου πρότερον εἶτʼ ἐπὶ Καμβύσου μετʼ αὐτόν, ἐπισχεῖν τὴν τοῦ ναοῦ κατασκευὴν καὶ σπουδάζουσιν περὶ αὐτὸν τοῖς Ἰουδαίοις ἀναβολὴν καὶ τριβὴν πραγματεύσασθαι.
 
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀναβάντων εἰς Ἱεροσόλυμα Σισίνου τοῦ τῆς Συρίας καὶ Φοινίκης ἐπάρχου καὶ Σαρωβαζάνου μετὰ καί τινων ἑτέρων καὶ τοὺς ἡγεμόνας τῶν Ἰουδαίων ἐρομένων, τίνος αὐτοῖς συγχωρήσαντος οὕτως οἰκοδομοῦσιν τὸν ναόν, ὡς φρούριον μᾶλλον αὐτὸν εἶναι ἢ ἱερόν, καὶ τί δήποτε τὰς στοὰς καὶ τὰ τείχη περιβεβλήκασιν τῇ πόλει σφόδρα ὀχυρά,
 
Ζοροβάβηλος καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον.
 
ἐπεὶ δὲ τῶν πατέρων ἀσεβησάντων εἰς τὸν θεὸν Ναβουχοδονόσορος ὁ Βαβυλωνίων καὶ Χαλδαίων βασιλεὺς ἑλὼν τὴν πόλιν κατὰ κράτος αὐτήν τε καθεῖλεν καὶ τὸν ναὸν συλήσας ἐνέπρησεν καὶ τὸν λαὸν μετῴκισεν αἰχμάλωτον μεταγαγὼν εἰς Βαβυλῶνα,
 
Κῦρος ὁ μετʼ αὐτὸν τῆς Βαβυλωνίας καὶ Περσίδος βασιλεὺς ἔγραψεν οἰκοδομῆσαι τὸν ναόν, καὶ πάνθʼ ὅσα μετήγαγεν ἐξ αὐτοῦ Ναβουχοδονόσορος ἀναθήματα καὶ σκεύη Ζοροβαβήλῳ παραδοὺς καὶ Μιθριδάτῃ τῷ γαζοφύλακι προσέταξεν κομίσαι εἰς Ἱεροσόλυμα καὶ πάλιν εἰς τὸν ἴδιον ἀποκατασταθῆναι ναὸν οἰκοδομηθέντα.
 
τοῦτο γὰρ ἐπέστειλεν ἐν τάχει γενέσθαι Σαβάσηρον κελεύσας ἀναβάντα εἰς Ἱεροσόλυμα τῆς οἰκοδομίας τοῦ ναοῦ ποιήσασθαι πρόνοιαν. ὃς μετὰ τὸ λαβεῖν παρὰ Κύρου γράμματα, παραγενόμενος εὐθὺς τοὺς θεμελίους κατεβάλετο, καὶ ἐξ ἐκείνου τοῦ χρόνου κατασκευαζόμενος μέχρι καὶ τοῦ δεῦρο διὰ τὴν τῶν ἐχθρῶν κακοήθειάν ἐστιν ἀτελής.
 
εἰ τοίνυν βούλεσθε καὶ δοκιμάζετε, γράψατε ταῦτα Δαρείῳ, ὅπως ἐπισκεψάμενος τὰ τῶν βασιλέων ὑπομνήματα εὕρῃ μηδὲν ἡμᾶς ὧν λέγομεν καταψευσαμένους.
 
Ταῦτʼ εἰπόντων τοῦ τε Ζοροβαβήλου καὶ τοῦ ἀρχιερέως ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν μὲν οἰκοδομίαν ἐπισχεῖν οὐ διέγνωσαν ἕως ἂν ταῦτα δηλωθῇ Δαρείῳ, παραχρῆμα δʼ αὐτῷ περὶ τούτων ἔγραψαν.
 
τῶν δὲ Ἰουδαίων κατεπτηχότων καὶ δεδιότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ τῆς τῶν Ἱεροσολύμων καὶ τοῦ ναοῦ κατασκευῆς, ὄντες κατὰ τὸν καιρὸν ἐκεῖνον δύο προφῆται παρʼ αὐτοῖς Ἀγγαῖος καὶ Ζαχαρίας θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ἐκ τῶν Περσῶν ὑφορᾶσθαι δύσκολον, ὡς τοῦ θεοῦ ταῦτα προλέγοντος. πιστεύοντες δὲ τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομίας μηδεμίαν ἡμέραν ἀνιέμενοι.
 
Δαρεῖος δὲ τῶν Σαμαρειτῶν αὐτῷ γραψάντων καὶ κατηγορούντων διὰ τῆς ἐπιστολῆς τῶν Ἰουδαίων, ὡς τήν τε πόλιν ὀχυροῦσι καὶ τὸν ναὸν φρουρίῳ προσεοικότα μᾶλλον ἢ ἱερῷ κατασκευάζουσιν, λεγόντων δὲ μὴ συνοίσειν αὐτῷ τὰ γινόμενα καὶ προσέτι τὰς ἐπιστολὰς ἐπιδεικνύντων τὰς Καμβύσου, διʼ ὧν ἐκώλυσεν ἐκεῖνος οἰκοδομεῖν τὸν ναόν,
 
μαθὼν παρʼ αὐτῶν οὐκ ἀσφαλῆ τοῖς πράγμασιν αὐτοῦ τὴν τῶν Ἱεροσολύμων ἀποκατάστασιν ἔσεσθαι, ἐπεὶ καὶ τὰ παρὰ τοῦ Σισίννου καὶ τῶν σὺν αὐτῷ κομισθέντα ἀνέγνω γράμματα, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ζητηθῆναι τὰ περὶ τούτων.
 
καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ βιβλίον, ἐν ᾧ τάδε ἦν ἀναγεγραμμένα· ἐν τῷ πρώτῳ τῆς βασιλείας ἔτει Κῦρος ὁ βασιλεὺς ἐκέλευσεν τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, ὕψος μὲν πηχῶν ἑξήκοντα εὖρος δὲ τῶν αὐτῶν, διὰ δόμων λιθίνων βία τε ξεστῶν τριῶν καὶ ξυλίνου δόμου ἑνὸς ἐγχωρίου.
 
καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν τοῦ βασιλέως γίνεσθαι διετάξατο, καὶ τὰ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν, ἀποδοθῆναι τοῖς Ἱεροσολυμίταις,
 
τὴν δὲ ἐπιμέλειαν τούτων εἶναι Ἀναβασσάρου τοῦ ἐπάρχου καὶ τῆς Συρίας τε καὶ Φοινίκης ἡγεμόνος καὶ τῶν ἑταίρων αὐτοῦ, ὅπως αὐτοὶ μὲν ἀφέξονται τοῦ τόπου, τοῖς δὲ δούλοις τοῦ θεοῦ Ἰουδαίοις τε καὶ ἡγεμόσιν αὐτῶν ἐπιτρέψουσιν οἰκοδομηθῆναι τὸν ναόν.
 
καὶ συλλαβέσθαι δὲ πρὸς τὸ ἔργον διετάξατο, κἀκ τοῦ φόρου τοῦ τῆς χώρας ἧς ἐπετροπεύοντο τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίας λόγον ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους καὶ σεμίδαλιν καὶ ἔλαιον καὶ οἶνον καὶ τἆλλα, ὅσα ἂν οἱ ἱερεῖς ὑπαγορεύσωσιν, εὔχωνται δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως καὶ Περσῶν.
 
τοὺς δὲ παραβάντας τι τῶν ἐπεσταλμένων συλληφθέντας ἐκέλευσεν ἀνασταυρωθῆναι καὶ τὴν οὐσίαν αὐτῶν εἰς τὴν βασιλικὴν καταταγῆναι κτῆσιν. καὶ κατηύξατο πρὸς τούτοις τῷ θεῷ, ὅπως εἴ τις ἐπιχειρήσειε διακωλῦσαι τὴν οἰκοδομίαν τοῦ ναοῦ, βαλὼν αὐτὸν ὁ θεὸς ἐπίσχῃ τῆς ἀδικίας.
 
Ταῦθʼ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων· βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε.
 
μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς ὁ Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν.
 
καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν ἡ κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά.
 
τοῦ δʼ ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵ τε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη.
 
ἔστησάν τε κατὰ τοὺς Μωυσέως νόμους οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται θυρωροὺς ἐφʼ ἑκάστου πυλῶνος· ᾠκοδομήκεσαν γὰρ οἱ Ἰουδαῖοι καὶ τὰς ἐν κύκλῳ τοῦ ναοῦ στοὰς τοῦ ἔνδοθεν ἱεροῦ.
 
Ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς μηνὶ τῷ πρώτῳ, κατὰ μὲν Μακεδόνας Ξανθικῷ λεγομένῳ κατὰ δὲ ἡμᾶς Νισάν, συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον ἁγνεύοντες μετὰ γυναικῶν καὶ τέκνων τῷ πατρίῳ νόμῳ,
 
καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν τῇ τετράδι καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτελέσαντες κατευωχήθησαν ἐπὶ ἡμέρας ἑπτὰ μηδεμιᾶς φειδόμενοι πολυτελείας, ἀλλὰ καὶ τὰς ὁλοκαυτώσεις ἐπιφέροντες τῷ θεῷ καὶ χαριστηρίους θυσίας ἱερουργοῦντες ἀνθʼ ὧν αὐτοὺς ποθοῦν τὸ θεῖον πάλιν εἰς τὴν πάτριον γῆν καὶ τοὺς ἐν αὐτῇ νόμους ἤγαγεν καὶ τὴν τοῦ Περσῶν βασιλέως διάνοιαν εὐμενῆ κατέστησεν αὐτοῖς.
 
καὶ οἱ μὲν ὑπὲρ τούτων ἐπιδαψιλευόμενοι ταῖς θυσίαις καὶ τῇ περὶ τὸν θεὸν φιλοτιμίᾳ κατῴκησαν ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme