Book 11
144
παρεκάλει δὲ τὸν θεὸν σπέρμα τι καὶ λείψανον ἐκ τῆς τότε συμφορᾶς αὐτῶν καὶ αἰχμαλωσίας περισώσαντα καὶ πάλιν εἰς Ἱεροσόλυμα καὶ τὴν οἰκείαν γῆν ἀποκαταστήσαντα καὶ τοὺς Περσῶν βασιλέας ἀναγκάσαντα λαβεῖν οἶκτον αὐτῶν, καὶ συγγνωμονῆσαι τοῖς νῦν ἡμαρτημένοις, ἄξια μὲν θανάτου πεποιηκόσιν, ὂν δὲ ἐπὶ τῇ τοῦ θεοῦ χρηστότητι καὶ τοὺς τοιούτους ἀφιέναι τῆς κολάσεως.
145
Καὶ ὁ μὲν ἐπαύσατο τῶν εὐχῶν· θρηνούντων δὲ πάντων, ὅσοι πρὸς αὐτὸν σὺν γυναιξὶν καὶ τέκνοις συνῆλθον, Ἀχόνιός τις ὀνόματι πρῶτος τῶν Ἱεροσολυμιτῶν, προσελθὼν αὐτοὺς μὲν ἁμαρτεῖν ἔλεγεν ἀλλοεθνεῖς ἐνοικισαμένους γυναῖκας, ἔπειθε δʼ αὐτὸν ἐξορκίσαι πάντας ἐκβαλεῖν αὐτὰς καὶ τὰ ἐξ αὐτῶν γεγενημένα, κολασθήσεσθαι δὲ τοὺς οὐχ ὑπακούσαντας τῷ νόμῳ.
146
πεισθεὶς οὖν τούτοις ὁ Ἔζδρας ἐποίησεν ὀμόσαι τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ Ἰσραηλιτῶν ἀποπέμψασθαι τὰς γυναῖκας καὶ τὰ τέκνα κατὰ τὴν Ἀχονίου συμβουλίαν.
147
λαβὼν δὲ τοὺς ὅρκους εὐθὺς ὥρμησεν ἀπὸ τοῦ ἱεροῦ εἰς τὸ παστοφόριον τὸ Ἰωάννου τοῦ Ἐλιασίβου καὶ μηδενὸς ὅλως διὰ τὴν λύπην γευσάμενος ἐκείνην τὴν ἡμέραν διήγαγεν αὐτόθι.
148
γενομένου δὲ κηρύγματος ὥστε πάντας τοὺς ἀπὸ τῆς αἰχμαλωσίας συνελθεῖν εἰς Ἱεροσόλυμα, ὡς τῶν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις οὐκ ἀπαντησάντων ἀπαλλοτριωθησομένων τοῦ πλήθους καὶ τῆς οὐσίας αὐτῶν κατὰ τὴν τῶν πρεσβυτέρων κρίσιν ἀφιερωθησομένης, συνῆλθον ἐκ τῆς Ἰουδαϊκῆς καὶ Βενιαμίτιδος ἐν τρισὶν ἡμέραις εἰκάδι τοῦ ἐνάτου μηνός, ὃς κατὰ μὲν Ἑβραίους Ξένιος, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος καλεῖται.