Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

128 καὶ ὑμῖν δὲ λέγω, ὅπως τοῖς ἱερεῦσιν καὶ Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ γραμματεῦσιν τοῦ ἱεροῦ μήτε φόρους ἐπιτάξητε μήτε ἄλλο μηδὲν ἐπίβουλον ἢ φορτικὸν εἰς αὐτοὺς γένηται.
129 καὶ σὺ δέ, Ἔζδρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάσωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ τοὺς ἐπισταμένους σου τὸν νόμον, καὶ τοῖς ἀγνοοῦσιν δὲ παρέξεις αὐτὸν μαθεῖν,
130 ἵνα ἄν τις τῶν ὁμοεθνῶν σου παραβαίνῃ τὸν τοῦ θεοῦ νόμον ἢ τὸν βασιλικόν, ὑπόσχῃ τιμωρίαν, ὡς οὐ κατʼ ἄγνοιαν αὐτὸν παραβαίνων, ἀλλʼ ὡς ἐπιστάμενος μὲν τολμηρῶς δὲ παρακούων καὶ καταφρονῶν. κολασθήσονται δʼ ἤτοι θανάτῳ ἢ ζημίᾳ χρηματικῇ. ἔρρωσο.
131 Λαβὼν δὲ Ἔζδρας ταύτην τὴν ἐπιστολὴν ὑπερήσθη καὶ τῷ θεῷ προσκυνεῖν ἤρξατο, τῆς τοῦ βασιλέως πρὸς αὐτὸν χρηστότητος ἐκεῖνον αἴτιον ὁμολογῶν γεγενῆσθαι, καὶ διὰ τοῦτο τὴν πᾶσαν αὐτοῦ χάριν ἔλεγεν εἶναι. ἀναγνοὺς δʼ ἐν Βαβυλῶνι τὴν ἐπιστολὴν τοῖς αὐτόθι παροῦσιν Ἰουδαίοις, αὐτὴν μὲν κατέσχεν, τὸ δʼ ἀντίγραφον αὐτῆς πρὸς ἅπαντας ἔπεμψεν τοὺς ὁμοεθνεῖς τοὺς κατὰ τὴν Μηδίαν ὄντας.
132 μαθόντες δὲ οὗτοι τὴν παρὰ τοῦ βασιλέως καὶ πρὸς τὸν θεὸν εὐσέβειαν καὶ πρὸς τὸν Ἔζδραν εὔνοιαν ἅπαντες μὲν ὑπερηγάπησαν, πολλοὶ δʼ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα ποθοῦντες τῆς εἰς τὰ Ἱεροσόλυμα καθόδου.
133 ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινεν· διὸ καὶ δύο φυλὰς εἶναι συμβέβηκεν ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπακουούσας, αἱ δὲ δέκα φυλαὶ πέραν εἰσὶν Εὐφράτου ἕως δεῦρο, μυριάδες ἄπειροι καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυνάμεναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme