Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 11

122 γνοὺς δὲ ἀναβῆναι εἰς τὰ Ἱεροσόλυμα καὶ ἐπαγαγέσθαι τινὰς τῶν ἐν Βαβυλῶνι τυγχανόντων Ἰουδαίων παρεκάλεσεν τὸν βασιλέα δοῦναι αὐτῷ πρὸς τοὺς σατράπας τῆς Συρίας ἐπιστολήν, ὑφʼ ἧς αὐτοῖς γνωρισθήσεται τίς εἴη.
123 ὁ δὲ βασιλεὺς γράφει πρὸς τοὺς σατράπας ἐπιστολὴν τοιάνδε· βασιλεὺς βασιλέων Ξέρξης Ἔζδρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τῶν τοῦ θεοῦ νόμων χαίρειν. τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους ἐκ τοῦ Ἰουδαίων ἔθνους καὶ Λευιτῶν ὄντων ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συναπαίρειν εἰς τὰ Ἱεροσόλυμα, τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω,
124 καθάπερ ἔδοξέν μοι καὶ τοῖς ἑπτά μου συμβούλοις, ὅπως τὰ κατὰ τὴν Ἰουδαίαν ἐπισκέψωνται τῷ νόμῳ τοῦ θεοῦ ἀκολούθως καὶ ἀπενέγκωσι δῶρα τῷ Ἰσραηλιτῶν θεῷ, ἅπερ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι·
125 καὶ ἀργύριον καὶ χρυσίον ὅσον ἂν εὑρεθῇ ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένον τῷ θεῷ τοῦτο πᾶν εἰς Ἱεροσόλυμα κομισθῆναι τῷ θεῷ εἰς τὰς θυσίας, πάντα τε, ὅσα βούλει ἐξ ἀργύρου καὶ χρυσοῦ κατασκευάσαι, ποιεῖν ἐξέστω σοι μετὰ τῶν ἀδελφῶν.
126 καὶ τὰ δεδομένα σοι ἱερὰ σκεύη ἀναθήσεις καὶ ὅσων ἂν ἐπίνοιαν λάβῃς καὶ ταῦτα προσεξεργάσῃ τὴν εἰς αὐτὰ δαπάνην ποιούμενος ἐκ τοῦ βασιλικοῦ γαζοφυλακείου.
127 ἔγραψα δὲ καὶ τοῖς γαζοφύλαξιν τῆς Συρίας καὶ τῆς Φοινίκης, ἵνα τῶν ὑπὸ Ἔζδρα τοῦ ἱερέως καὶ ἀναγνώστου τῶν τοῦ θεοῦ νόμων ἐπισταλέντων ἐπιμεληθῶσιν. ὅπως δὲ μηδεμίαν ὀργὴν ἐπʼ ἐμὲ λάβῃ τὸ θεῖον ἢ τοὺς ἐμοὺς ἐκγόνους, πάντʼ ἀξιῶ καὶ μέχρι τοῦ πυροῦ κόρων ἑκατὸν ἐπιτελεῖσθαι τῷ θεῷ κατὰ τὸν νόμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme