Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

24 Ἐζεκίας δʼ ὁ βασιλεὺς παραδόξως ἀπαλλαγεὶς τῶν φόβων χαριστηρίους σὺν ἅπαντι τῷ λαῷ θυσίας ἐπετέλεσε τῷ θεῷ, μηδεμιᾶς ἄλλης αἰτίας τῶν πολεμίων τοὺς μὲν διαφθειράσης τοὺς δὲ φόβῳ τῆς ὁμοίας τελευτῆς ἀπαλλαξάσης ἀπὸ τῶν Ἱεροσολυμιτῶν ἢ τῆς συμμαχίας τῆς ἀπὸ τοῦ θεοῦ.
25 πάσῃ δὲ χρησάμενος σπουδῇ καὶ φιλοτιμίᾳ περὶ τὸν θεὸν μετʼ οὐ πολὺ νόσῳ χαλεπῇ περιπεσὼν ἀπέγνωστο μὲν ὑπὸ τῶν ἰατρῶν, χρηστὸν δὲ περὶ αὑτοῦ οὐδὲν προσδοκῶν, οὐδὲ γὰρ οἱ φίλοι. τῇ δὲ νόσῳ προσετίθετο καὶ ἀθυμία δεινὴ ὑπὸ τοῦ βασιλέως αὐτοῦ τὴν ἀπαιδίαν λογιζομένου, καὶ ὅτι μέλλοι τελευτᾶν ἔρημον καταλιπὼν τὸν οἶκον καὶ τὴν ἀρχὴν γνησίας διαδοχῆς.
26 κάμνων οὖν ὑπʼ αὐτῆς τῆς ἐννοίας μάλιστα καὶ ὀδυρόμενος ἱκέτευε τὸν θεὸν αὐτῷ ζωῆς ὀλίγον χρόνον προσεπιδοῦναι μέχρι τέκνων γονῆς, καὶ μὴ πρότερον ἢ πατὴρ γένηται τὴν ψυχὴν αὐτὸν ἐᾶσαι καταλιπεῖν.
27 ἐλεήσας δὲ αὐτὸν ὁ θεὸς καὶ τῆς αἰτήσεως ἀποδεξάμενος, ὅτι μὴ διὰ τὸ μέλλειν στέρεσθαι τῶν ἐκ τῆς βασιλείας ἀγαθῶν ὠδύρετο τὴν ὑπονοηθεῖσαν τελευτὴν ἔτι τε χρόνον ζωῆς αὐτῷ δεηθείη παρασχεῖν, ἀλλὰ τοῦ παῖδας αὐτῷ γενέσθαι τοὺς ὑποδεξομένους τὴν ἡγεμονίαν ἐκείνου, πέμψας Ἡσαΐαν τὸν προφήτην ἐκέλευσε δηλοῦν αὐτῷ, ὅτι καὶ διαφεύξεται τὴν νόσον μετὰ τρίτην ἡμέραν καὶ βιώσεται μετʼ αὐτὴν ἔτη πεντεκαίδεκα καὶ παῖδες αὐτῷ γενήσονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme