Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

 
καὶ Διοκλῆς δʼ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος ὁ βασιλεὺς ἐπολιόρκησε τὴν Τύρον ἔτεσι τρισὶ καὶ δέκα βασιλεύοντος κατʼ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου. καὶ τὰ μὲν ὑπὸ πάντων ἱστορούμενα περὶ τούτου τοῦ βασιλέως ταῦτα ἦν.
 
Μετὰ δὲ τὴν Ναβουχοδονοσόρου τελευτὴν Ἀβιλμαθαδάχος ὁ παῖς αὐτοῦ τὴν βασιλείαν παραλαμβάνει, ὃς εὐθὺς τὸν τῶν Ἱεροσολύμων βασιλέα Ἰεχονίαν τῶν δεσμῶν ἀφεὶς ἐν τοῖς ἀναγκαιοτάτοις τῶν φίλων εἶχε πολλὰς αὐτῷ δωρεὰς δοὺς καὶ ποιήσας αὐτὸν ἐπὶ τῶν ἐν τῇ Βαβυλωνίᾳ βασιλέων·
 
ὁ γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν.
 
τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος ὁ παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δʼ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας ἡ διαδοχή, καὶ μῆνας ποιήσασα παρʼ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις.
 
ἐπὶ τοῦτον στρατεύουσι Κῦρός τε ὁ Περσῶν βασιλεὺς καὶ Δαρεῖος ὁ Μήδων. καὶ πολιορκουμένων τοὺς ἐν Βαβυλῶνι θαυμάσιόν τι καὶ τεράστιον θέαμα συνέβη· κατέκειτο δειπνῶν καὶ πίνων ἐν οἴκῳ μεγάλῳ καὶ πρὸς ἑστιάσεις πεποιημένῳ βασιλικὰς μετὰ τῶν παλλακίδων καὶ τῶν φίλων.
 
δόξαν δὲ αὐτῷ κομισθῆναι κελεύει ἐκ τοῦ ἰδίου ναοῦ τὰ τοῦ θεοῦ σκεύη, ἃ συλήσας Ναβουχοδονόσορος ἐκ τῶν Ἱεροσολύμων οὐκ ἐχρῆτο μέν, εἰς δὲ τὸν αὑτοῦ ναὸν κατέθηκεν. αὐτὸς δὲ ὑπὸ θράσους προαχθείς, ὥστε αὐτοῖς χρῆσθαι, μεταξὺ πίνων καὶ βλασφημῶν τὸν θεὸν ἐκ τοῦ τείχους ὁρᾷ χεῖρα προϊοῦσαν καὶ τῷ τοίχῳ τινὰς συλλαβὰς ἐγγράφουσαν.
 
ταραχθεὶς δὲ ὑπὸ τῆς ὄψεως συνεκάλεσε τοὺς μάγους καὶ τοὺς Χαλδαίους, πᾶν τοῦτο τὸ γένος ὅσον ἦν ἐν τοῖς Βαβυλωνίοις τά τε σημεῖα καὶ τὰ ὀνείρατα κρίνειν δυνάμενον, ὡς ἂν αὐτῷ δηλώσωσι τὰ γεγραμμένα.
 
τῶν δὲ μάγων οὐδὲν εὑρίσκειν δυναμένων οὐδὲ συνιέναι λεγόντων ὑπʼ ἀγωνίας ὁ βασιλεὺς καὶ πολλῆς τῆς ἐπὶ τῷ παραδόξῳ λύπης κατὰ πᾶσαν ἐκήρυξε τὴν χώραν τῷ τὰ γράμματα καὶ τὴν ὑπʼ αὐτῶν δηλουμένην διάνοιαν σαφῆ ποιήσαντι δώσειν ὑπισχνούμενος στρεπτὸν περιαυχένιον χρύσεον καὶ πορφυρᾶν ἐσθῆτα φορεῖν, ὡς οἱ τῶν Χαλδαίων βασιλεῖς, καὶ τὸ τρίτον μέρος τῆς ἰδίας ἀρχῆς.
 
τούτου γενομένου τοῦ κηρύγματος ἔτι μᾶλλον οἱ μάγοι συνδραμόντες καὶ φιλοτιμησάμενοι πρὸς τὴν εὕρεσιν τῶν γραμμάτων οὐδὲν ἔλαττον ἠπόρησαν.
 
ἀθυμοῦντα δʼ ἐπὶ τούτῳ θεασαμένη τὸν βασιλέα ἡ μάμμη αὐτοῦ παραθαρσύνειν ἤρξατο καὶ λέγειν, ὡς ἔστι τις ἀπὸ τῆς Ἰουδαίας αἰχμάλωτος ἐκεῖθεν τὸ γένος ἀχθεὶς ὑπὸ τοῦ Ναβουχοδονοσόρου πορθήσαντος Ἱεροσόλυμα Δανίηλος ὄνομα, σοφὸς ἀνὴρ καὶ δεινὸς εὑρεῖν τὰ ἀμήχανα καὶ μόνῳ τῷ θεῷ γνώριμα, ὃς Ναβουχοδονοσόρῳ τῷ βασιλεῖ μηδενὸς ἄλλου δυνηθέντος εἰπεῖν περὶ ὧν ἔχρῃζεν εἰς φῶς ἤγαγε τὰ ζητούμενα.
 
μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρʼ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν ᾖ τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον.
 
Ταῦτʼ ἀκούσας καλεῖ τὸν Δανίηλον ὁ Βαλτασάρης καὶ διαλεχθεὶς ὡς πύθοιτο περὶ αὐτοῦ καὶ τῆς σοφίας, ὅτι θεῖον αὐτῷ πνεῦμα συμπάρεστι καὶ μόνος ἐξευρεῖν ἱκανώτατος ἃ μὴ τοῖς ἄλλοις εἰς ἐπίνοιαν ἔρχεται, φράζειν αὐτῷ τὰ γεγραμμένα καὶ τί σημαίνει μηνύειν ἠξίου·
 
τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ ᾗ τούτων ἔτυχε πυνθανομένοις.
 
Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς ὁ πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι·
 
ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφʼ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο.
 
ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε· μάνη· τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν ὁ θεὸς καὶ περισσεύειν ἔτι σοι βραχὺν χρόνον.
 
θέκελ· σημαίνει τοῦτο τὸν σταθμόν· στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας ὁ θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές· καὶ τοῦτο κλάσμα δηλοῖ καθʼ Ἑλλάδα γλῶτταν· κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ.
 
Δανιήλου δὲ ταῦτα τῷ βασιλεῖ σημαίνειν φράσαντος τὰ ἐν τῷ τοίχῳ γράμματα τὸν μὲν Βαλτασάρην, οἷον εἰκὸς ἐφʼ οὕτω χαλεποῖς τοῖς δεδηλωμένοις, λύπη καὶ συμφορὰ κατέλαβεν·
 
οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν ᾖ σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε·
 
μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ ἡ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη.
 
τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα·
 
ὃς καὶ Δανίηλον τὸν προφήτην λαβὼν ἤγαγεν εἰς Μηδίαν πρὸς αὑτὸν καὶ πάσης αὐτῷ τιμῆς μεταδιδοὺς εἶχε σὺν αὑτῷ· τῶν τριῶν γὰρ σατραπῶν ἦν, οὓς ἐπὶ τῶν ἑξήκοντα καὶ τριακοσίων σατραπειῶν κατέστησε· τοσούτους γὰρ ἐποίησε Δαρεῖος εἰς αὐτήν.
 
Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπʼ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη· βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες.
 
ζητούντων δʼ ἐπʼ αὐτὸν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας τῶν ἀχθομένων ἐπʼ αὐτῷ εὐδοκιμοῦντι παρὰ τῷ Δαρείῳ παρεῖχεν αἰτίαν οὐδεμίαν· ὢν γὰρ καὶ χρημάτων ἐπάνω καὶ παντὸς λήμματος περιορῶν, αἴσχιστον αὐτῷ δοκεῖν κἂν ὑπὲρ ὧν δοθείη καλῶς πρὸς τὸ λαβεῖν, οὐδʼ ἡντιναοῦν τοῖς ζηλοτυποῦσιν αὐτὸν ἐγκλημάτων εὕρεσιν παρεῖχεν.
 
οἱ δʼ ὡς οὐδὲν εἶχον, ὃ κατειπόντες αὐτοῦ πρὸς τὸν βασιλέα ζημιώσουσιν αὐτὸν εἰς τὴν παρʼ αὐτοῦ τιμὴν αἰσχύνῃ καὶ διαβολῇ, τρόπον ἄλλον ἐζήτουν καθʼ ὃν αὐτὸν ἐκποδὼν ποιήσονται. ὁρῶντες οὖν τὸν Δανίηλον τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ πρόφασιν ἔγνωσαν εὑρηκέναι, διʼ ἧς ἀπολέσουσιν αὐτόν.
 
καὶ πρὸς τὸν Δαρεῖον ἐλθόντες ἀπήγγελλον αὐτῷ, ὡς τοῖς σατράπαις αὐτοῦ καὶ τοῖς ἡγεμόσι δόξειεν ἐπὶ τριάκονθʼ ἡμέρας ἀνεῖναι τὸ πλῆθος, ὅπως μήτʼ αὐτῷ τις μήτε τοῖς θεοῖς δεόμενος αὐτῶν καὶ εὐχόμενος εἴη, τὸν μέντοι γε αὐτῶν παραβάντα ταύτην τὴν γνώμην εἰς τὸν τῶν λεόντων ἔκριναν ῥῖψαι λάκκον ἀπολούμενον.
 
Ὁ δὲ βασιλεὺς οὐ συνιδὼν τὴν κακουργίαν οὐδʼ ἐπὶ τὸν Δανίηλον ταῦτα κατεσκευασμένους ὑπονοήσας ἀρέσκεσθαι τοῖς ὑπʼ αὐτῶν ἔφη δεδογμένοις, καὶ κυρώσειν τὴν προαίρεσιν αὐτῶν ἐπαγγελλόμενος προτίθησι πρόγραμμα δηλοῦν τῷ πλήθει τὰ δόξαντα τοῖς σατράπαις.
 
καὶ οἱ μὲν ἄλλοι πάντες φυλαττόμενοι τὰ προστεταγμένα μὴ παραβῆναι ἠρέμουν, Δανιήλῳ δὲ φροντὶς οὐδʼ ἡτισοῦν τούτων ἦν, ἀλλʼ ὡς ἔθος εἶχεν ἱστάμενος ηὔχετο τῷ θεῷ πάντων ὁρώντων.
 
οἱ δὲ σατράπαι τῆς ἀφορμῆς αὐτοῖς ἣν ἐσπούδαζον λαβεῖν ἐπὶ τὸν Δανίηλον παραφανείσης εὐθὺς ἧκον πρὸς τὸν βασιλέα καὶ κατηγόρουν ὡς παραβαίνοντος μόνου τοῦ Δανιήλου τὰ προστεταγμένα· μηδενὸς γὰρ τῶν ἄλλων τολμῶντος προσεύχεσθαι τοῖς θεοῖς, καὶ τοῦτʼ οὐ διʼ ἀσέβειαν, ἀλλὰ διὰ φυλακὴν καὶ διατήρησιν ὑπὸ τοῦ φθόνου·
 
ἀπὸ γὰρ μείζονος ἧς προσεδόκων εὐνοίας τοῦτο ποιεῖν τὸν Δαρεῖον ὑπολαμβάνοντες, ὡς καὶ καταφρονήσαντι τῶν ἐκείνου προσταγμάτων συγγνώμην ἑτοίμως νέμειν, καὶ αὐτὸ τοῦτο βασκαίνοντες τῷ Δανιήλῳ, οὔτε μετεβάλλοντο πρὸς τὸ ἡμερώτερον, ῥίπτειν δʼ αὐτὸν ἠξίουν κατὰ τὸν νόμον εἰς τὸν λάκκον τῶν λεόντων.
 
ἐλπίσας δʼ ὁ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα· καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, διʼ ὅλης δʼ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου·
 
μεθʼ ἡμέραν δὲ ἀναστὰς ἐπὶ τὸν λάκκον ἦλθε καὶ σωζομένην τὴν σφραγῖδα εὑρών, ᾗ σημηνάμενος τὸν λίθον κατελελοίπει, ἀνοίξας ἀνεβόησε καλῶν τὸν Δανίηλον καὶ πυνθανόμενος εἰ σώζεται. τοῦ δὲ ἐπακούσαντος τῷ βασιλεῖ καὶ μηδὲν παθεῖν εἰπόντος, ἐκέλευσεν αὐτὸν ἀνελκυσθῆναι ἐκ τοῦ λάκκου τοῦ τῶν θηρίων.
 
οἱ δὲ ἐχθροὶ θεασάμενοι τὸν Δανίηλον μηδὲν πεπονθότα δεινὸν διὰ μὲν τὸ θεῖον καὶ τὴν τούτου πρόνοιαν οὐκ ἠξίουν αὐτὸν σώζεσθαι, πεπληρωμένους δὲ τοὺς λέοντας τροφῆς μὴ ἅψασθαι μηδὲ προσελθεῖν τῷ Δανιήλῳ νομίζοντες τοῦτο ἔλεγον πρὸς τὸν βασιλέα.
 
ὁ δὲ μισήσας αὐτοὺς τῆς πονηρίας παραβληθῆναι μὲν πολλὰ κελεύει τοῖς λέουσι κρέα, κορεσθέντων δʼ αὐτῶν τοὺς ἐχθροὺς τοῦ Δανιήλου προσέταξεν εἰς τὸν λάκκον βληθῆναι, ὅπως εἰ διὰ κόρον αὐτοῖς οὐ προσήξουσιν οἱ λέοντες μάθοι.
 
σαφὲς δʼ ἐγένετο τῷ Δαρείῳ τῶν σατραπῶν παραβληθέντων τοῖς θηρίοις, ὅτι τὸ θεῖον ἔσωσε τὸν Δανίηλον· οὐδενὸς γὰρ αὐτῶν ἐφείσαντο οἱ λέοντες, ἀλλὰ πάντας διεσπάραττον ὡσανεὶ σφόδρα λιμώττοντες καὶ τροφῆς ἐνδεεῖς. ἠρέθισε δʼ αὐτοὺς οὐ τὸ πεινῆν οἶμαι μικρὸν ἔμπροσθεν ἀφθόνων κρεῶν πεπληρωμένους, ἀλλʼ ἡ τῶν ἀνθρώπων κακία, δήλη γὰρ καὶ τοῖς ἀλόγοις ζῴοις ἦν αὕτη, πρὸς τιμωρίαν ἣ γένοιτο τοῦ θεοῦ προαιρουμένου.
 
Διαφθαρέντων οὖν τῶν ἐπιβουλευσάντων Δανιήλῳ τοῦτον τὸν τρόπον ὁ βασιλεὺς Δαρεῖος καθʼ ὅλην ἔπεμψε τὴν χώραν ἐπαινῶν τὸν θεόν, ὃν Δανίηλος προσκυνεῖ, καὶ μόνον αὐτὸν εἶναι ἔλεγεν ἀληθῆ καὶ τὸ πάντων κράτος ἔχοντα· ἔσχε δὲ καὶ τὸν Δανίηλον ἐν ὑπερβαλλούσῃ τιμῇ πρῶτον αὐτὸν ἀποδείξας τῶν φίλων.
 
ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, ἣ μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δʼ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπʼ αὐτῆς ἐκείνης ἧς ἕκαστος αὐτὴν ἡμέρας ἱστορεῖ γεγονέναι· οὕτως νεαρὸν αὐτῆς καὶ ἀκμαῖον τὸ κάλλος καὶ μηδαμοῦ γεγηρακὸς ὑπὸ τοσούτου χρόνου·
 
πάσχει γὰρ καὶ τὰ κατασκευάσματα ταὐτὸν ἀνθρώποις καὶ πολιοῦται καὶ τὴν ἰσχὺν λυόμενα ὑπὸ τῶν ἐτῶν καὶ τὴν εὐπρέπειαν μαραινόμενα. θάπτουσι δʼ ἐν τῇ βάρει τούς τε Μήδων βασιλέας καὶ Περσῶν καὶ Πάρθων ἄχρι τοῦ δεῦρο, καὶ ὁ ταύτην πεπιστευμένος Ἰουδαῖός ἐστιν ἱερεὺς καὶ τοῦτο γίνεται μέχρι τῆς σήμερον ἡμέρας.
 
ἄξιον δὲ τἀνδρὸς τούτου καὶ ὃ μάλιστʼ ἂν θαυμάσαι τις ἀκούσας διελθεῖν· ἀπαντᾷ γὰρ αὐτῷ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους, καὶ τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει.
 
τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρʼ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ· οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme