Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

276 καὶ δὴ ταῦτα ἡμῶν συνέβη παθεῖν τῷ ἔθνει ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδεν ὁ Δανίηλος καὶ πολλοῖς ἔτεσιν ἔμπροσθεν ἀνέγραψε τὰ γενησόμενα. τὸν αὐτὸν δὲ τρόπον ὁ Δανίηλος καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπʼ αὐτῶν ἐρημωθήσεται.
277 ταῦτα πάντα ἐκεῖνος θεοῦ δείξαντος αὐτῷ συγγράψας κατέλειψεν· ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ θεοῦ τιμῇ τὸν Δανίηλον καὶ τοὺς Ἐπικουρείους ἐκ τούτων εὑρίσκειν πεπλανημένους,
278 οἳ τήν τε πρόνοιαν ἐκβάλλουσι τοῦ βίου καὶ θεὸν οὐκ ἀξιοῦσιν ἐπιτροπεύειν τῶν πραγμάτων, οὐδʼ ὑπὸ τῆς μακαρίας καὶ ἀφθάρτου πρὸς διαμονὴν τῶν ὅλων οὐσίας κυβερνᾶσθαι τὰ σύμπαντα, ἄμοιρον δὲ ἡνιόχου καὶ ἀφρόντιστον τὸν κόσμον αὐτομάτως φέρεσθαι λέγουσιν.
279 ὃς εἰ τοῦτον ἀπροστάτητος ἦν τὸν τρόπον, καθάπερ καὶ τὰς ναῦς ἐρήμους κυβερνητῶν καταδυομένας ὁρῶμεν ὑπὸ πνευμάτων ἢ καὶ τὰ ἅρματα περιτρεπόμενα μὴ ἔχοντα τοὺς ἡνιοχοῦντας, συντριβεὶς ἂν ὑπὸ τῆς ἀπρονοήτου συμφορᾶς ἀπωλώλει καὶ διεφθείρετο.
280 τοῖς οὖν προειρημένοις ὑπὸ Δανιήλου δοκοῦσί μοι σφόδρα τῆς ἀληθοῦς δόξης διαμαρτάνειν οἱ τῷ θεῷ μηδεμίαν εἶναι περὶ τῶν ἀνθρωπίνων ἀποφαινόμενοι πρόνοιαν· οὐ γὰρ ἂν κατὰ τὴν ἐκείνου προφητείαν, εἰ συνέβαινεν αὐτοματισμῷ τινι τὸν κόσμον διάγειν, πάντα ἑωρῶμεν ἀποβαίνοντα.
281 ἐγὼ μὲν περὶ τούτων ὡς εὗρον καὶ ἀνέγνων οὕτως ἔγραψα· εἰ δέ τις ἄλλως δοξάζειν βουλήσεται περὶ αὐτῶν, ἀνέγκλητον ἐχέτω τὴν ἑτερογνωμοσύνην.
← Previous 60 / 60

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme