Book 10
ἦσαν δʼ ἐν τούτοις τῶν ἐκ τοῦ Σαχχίου γένους τέσσαρες καλοί τε καὶ ἀγαθοὶ τὰς φύσεις, ὧν ὁ μὲν Δανίηλος ἐκαλεῖτο, ὁ δὲ Ἀνανίας, ὁ δὲ Μισάηλος, ὁ δὲ τέταρτος Ἀζαρίας. τούτους ὁ Βαβυλώνιος μετωνόμασε καὶ χρῆσθαι προσέταξεν ἑτέροις ὀνόμασι.
καὶ τὸν μὲν Δανίηλον ἐκάλουν Βαλτάσαρον, τὸν δʼ Ἀνανίαν Σεδράχην, Μισάηλον δὲ Μισάχην, τὸν δʼ Ἀζαρίαν Ἀβδεναγώ. τούτους ὁ βασιλεὺς διʼ ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει.
Δόξαν δὲ Δανιήλῳ μετὰ τῶν συγγενῶν σκληραγωγεῖν ἑαυτὸν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐδεσμάτων ἀπέχεσθαι καὶ καθόλου πάντων τῶν ἐμψύχων, προσελθὼν Ἀσχάνῃ τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένῳ εὐνούχῳ τὰ μὲν παρὰ τοῦ βασιλέως αὐτοῖς κομιζόμενα παρεκάλεσεν αὐτὸν ἀναλίσκειν λαμβάνοντα, παρέχειν δʼ αὐτοῖς ὄσπρια καὶ φοίνικας εἰς διατροφὴν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον βούλοιτο· πρὸς γὰρ τὴν τοιαύτην δίαιταν αὐτοὺς κεκινῆσθαι, τῆς δʼ ἑτέρας περιφρονεῖν.
ὁ δʼ εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τῶν σωμάτων ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων, συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ, καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν.
ἔχοντα τοίνυν πρὸς τοῦτʼ εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ δέκα ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν.
ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν οἷς τὴν βασιλικὴν συνέβαινεν εἶναι χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ τῇ πάσῃ βιοῦν, ἔκτοτε μετʼ ἀδείας ὁ Ἀσχάνης ἃ μὲν ἀπὸ τοῦ δείπνου καθʼ ἡμέραν συνήθως ἔπεμπε τοῖς παισὶν ὁ βασιλεὺς αὐτὸς ἐλάμβανεν, ἐχορήγει δʼ αὐτοῖς τὰ προειρημένα.
οἱ δὲ ὡς καὶ τῶν ψυχῶν αὐτοῖς διὰ τοῦτο καθαρῶν καὶ πρὸς τὴν παιδείαν ἀκραιφνῶν γεγενημένων καὶ τῶν σωμάτων πρὸς φιλοπονίαν εὐτονωτέρων, οὔτε γὰρ ἐκείνας ἐφείλκοντο καὶ βαρείας εἶχον ὑπὸ τροφῆς ποικίλης οὔτε ταῦτα μαλακώτερα διὰ τὴν αὐτὴν αἰτίαν, πᾶσαν ἑτοίμως ἐξέμαθον παιδείαν ἥτις ἦν παρὰ τοῖς Ἑβραίοις καὶ τοῖς Χαλδαίοις. μάλιστα δὲ Δανίηλος ἱκανῶς ἤδη σοφίας ἐμπείρως ἔχων περὶ κρίσεις ὀνείρων ἐσπουδάκει, καὶ τὸ θεῖον αὐτῷ φανερὸν ἐγίνετο.
Μετὰ δʼ ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως ὁ βασιλεὺς Ναβουχοδονόσορος ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν ὁ θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευεν αὐτοὺς λέγειν, ὅτι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον.
τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι.
Δανίηλος δʼ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ.
δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, διʼ ἣν ὁ βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον.
ὁ δὲ Ἀριόχης ταῦτʼ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ ὁ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου· ὁ δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν διʼ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς ὁ βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους.
ὁ δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον ὁ βασιλεὺς παρʼ αὐτοῦ μάθοι.
Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας,
εὐχαριστήσας δὲ τῷ θεῷ μετʼ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, ὅ φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός.
Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανίηλος παρῃτεῖτο πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτὸ μέλλοι λέγειν· οὐ γὰρ κατʼ ἐμπειρίαν οὐδʼ ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται τοῦτο γίνεται, ἀλλʼ ἐλεήσας ἡμᾶς ὁ θεὸς κινδυνεύοντας ἀποθανεῖν δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν.
οὐχ ἧττον γὰρ τῆς ἐφʼ ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς αὐτοῦ δόξης ἐφρόντιζον ἀδίκως οὕτως ἄνδρας καὶ ταῦτα καλοὺς κἀγαθοὺς ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, ὃ δʼ ἦν θεοῦ τοῦτο ἀπῄτεις παρʼ αὐτῶν.
σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας ὁ θεὸς τοὺς βασιλεύσοντας ὄναρ ἔδειξε τοιοῦτον·
ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν μὲν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δὲ ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς.
εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι.
τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, ἡ δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· ἡ μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν·
τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ.
ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν.
Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, ᾧ τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο·
καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης·
ὁ βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον.
πάντων οὖν μετὰ τὸ σημαινούσης ἐπακοῦσαι τῆς σάλπιγγος προσκυνούντων τὸν ἀνδριάντα τοὺς Δανιήλου συγγενεῖς οὐ ποιῆσαι τοῦτό φασι μὴ βουληθέντας παραβῆναι τοὺς πατρίους νόμους. καὶ οἱ μὲν ἐλεγχθέντες εὐθὺς εἰς τὸ πῦρ ἐμβληθέντες θείᾳ σώζονται προνοίᾳ καὶ παραδόξως διαφεύγουσι τὸν θάνατον.
ἀλλὰ κατὰ λογισμὸν οἶμαι τῷ μηδὲν ἀδικήσαντας εἰς αὐτὸ βληθῆναι οὐχ ἥψατο, καίειν δʼ ἀσθενὲς ἦν ἔχον ἐν ἑαυτῷ τοὺς παῖδας τοῦ θεοῦ κρείττονα τὰ σώματα αὐτῶν ὥστε μὴ δαπανηθῆναι ὑπὸ τοῦ πυρὸς παρασκευάσαντος. τοῦτο συνέστησεν αὐτοὺς τῷ βασιλεῖ ὡς δικαίους καὶ θεοφιλεῖς, διὸ μετὰ ταῦτα πάσης ἀξιούμενοι παρʼ αὐτοῦ τιμῆς διετέλουν.
Ὀλίγῳ δʼ ὕστερον χρόνῳ πάλιν ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ βασιλεὺς ὄψιν ἑτέραν, ὡς ἐκπεσὼν τῆς ἀρχῆς μετὰ θηρίων ἕξει τὴν δίαιταν καὶ διαζήσας οὕτως ἐπὶ τῆς ἐρημίας ἔτεσιν ἑπτὰ αὖθις τὴν ἀρχὴν ἀπολήψεται. τοῦτο θεασάμενος τοὖναρ πάλιν τοὺς μάγους συγκαλέσας ἀνέκρινεν αὐτοὺς περὶ αὐτοῦ καὶ τί σημαίνοι λέγειν ἠξίου.
τῶν μὲν οὖν ἄλλων οὐθεὶς ἠδυνήθη τὴν τοῦ ἐνυπνίου διάνοιαν εὑρεῖν οὐδʼ ἐμφανίσαι τῷ βασιλεῖ, Δανίηλος δὲ μόνος καὶ τοῦτʼ ἔκρινε καὶ καθὼς οὗτος αὐτῷ προεῖπεν ἀπέβη. διατρίψας γὰρ ἐπὶ τῆς ἐρημίας τὸν προειρημένον χρόνον οὐδενὸς τολμήσαντος ἐπιθέσθαι τοῖς πράγμασι παρὰ τὴν ἑπταετίαν, δεηθεὶς τοῦ θεοῦ τὴν βασιλείαν ἀπολαβεῖν πάλιν εἰς αὐτὴν ἐπανέρχεται.
ἐγκαλέσῃ δέ μοι μηδεὶς οὕτως ἕκαστα τούτων ἀπαγγέλλοντι διὰ τῆς γραφῆς, ὡς ἐν τοῖς ἀρχαίοις εὑρίσκω βιβλίοις· καὶ γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς ἱστορίας πρὸς τοὺς ἐπιζητήσοντάς τι περὶ τῶν πραγμάτων ἢ μεμψομένους ἠσφαλισάμην, μόνον τε μεταφράζειν τὰς Ἑβραίων βίβλους εἰπὼν εἰς τὴν Ἑλλάδα γλῶτταν καὶ ταῦτα δηλώσειν μήτε προστιθεὶς τοῖς πράγμασιν αὐτὸς ἰδίᾳ μήτʼ ἀφαιρῶν ὑπεισχημένος.
Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσορος ἔτη τρία καὶ τεσσαράκοντα βασιλεύσας τελευτᾷ τὸν βίον ἀνὴρ δραστήριος καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εὐτυχέστερος γενόμενος. μέμνηται δʼ αὐτοῦ τῶν πράξεων καὶ Βηρωσὸς ἐν τῇ τρίτῃ τῶν Χαλδαϊκῶν ἱστοριῶν λέγων οὕτως·
ἀκούσας δʼ ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορος, ὅτι ὁ τεταγμένος σατράπης ἐν τῇ Αἰγύπτῳ καὶ τοῖς περὶ τὴν Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης αὐτοῦ γέγονεν, οὐ δυνάμενος αὐτὸς κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβουχοδονοσόρῳ ὄντι ἐν ἡλικίᾳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπʼ αὐτόν.
συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκράτησε καὶ τὴν χώραν ἐκ ταύτης τῆς ἀρχῆς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ Ναβουχοδονοσόρῳ συνέβη κατʼ αὐτὸν τὸν καιρὸν ἀρρωστήσαντι ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον ἔτη βασιλεύσαντα εἴκοσι καὶ ἕν.
αἰσθόμενος δὲ μετʼ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονοσάρου καὶ καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων καὶ τῶν κατʼ Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βαρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομίζειν εἰς τὴν Βαβυλωνίαν, αὐτὸς ὁρμήσας ὀλιγοστὸς διὰ τῆς ἐρήμου παραγίνεται εἰς Βαβυλῶνα.
παραλαβὼν δὲ τὰ πράγματα διοικούμενα ὑπὸ Χαλδαίων καὶ διατηρουμένην τὴν βασιλείαν ὑπὸ τοῦ βελτίστου αὐτῶν, κυριεύσας ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς τοῖς μὲν αἰχμαλώτοις παραγενομένοις συνέταξεν ἀποικίας ἐν τοῖς ἐπιτηδειοτάτοις τῆς Βαβυλωνίας τόποις ἀποδεῖξαι,
αὐτὸς δʼ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δʼ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου.
καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς κατεσκεύασεν ἐν τοῖς πατρικοῖς βασιλείοις ἕτερα βασίλεια ἐχόμενα αὐτῶν, ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν περισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὅσον τὰ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα.
ἐν δὲ τοῖς βασιλείοις τούτοις ἀναλήμματα λίθινα ἀνῳκοδόμησε τὴν ὄψιν ἀποδοὺς ὁμοιοτάτην τοῖς ὄρεσι, καταφυτεύσας δένδρεσι παντοδαποῖς ἐξειργάσατο καὶ κατεσκεύασε τὸν καλούμενον κρεμαστὸν παράδεισον διὰ τὸ τὴν γυναῖκα αὐτοῦ ἐπιθυμεῖν τῆς οἰκείας διαθέσεως ὡς τεθραμμένην ἐν τοῖς κατὰ Μηδίαν τόποις.
καὶ Μεγασθένης δὲ ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν διʼ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν.