Book 10
263
Διαφθαρέντων οὖν τῶν ἐπιβουλευσάντων Δανιήλῳ τοῦτον τὸν τρόπον ὁ βασιλεὺς Δαρεῖος καθʼ ὅλην ἔπεμψε τὴν χώραν ἐπαινῶν τὸν θεόν, ὃν Δανίηλος προσκυνεῖ, καὶ μόνον αὐτὸν εἶναι ἔλεγεν ἀληθῆ καὶ τὸ πάντων κράτος ἔχοντα· ἔσχε δὲ καὶ τὸν Δανίηλον ἐν ὑπερβαλλούσῃ τιμῇ πρῶτον αὐτὸν ἀποδείξας τῶν φίλων.
264
ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, ἣ μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δʼ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπʼ αὐτῆς ἐκείνης ἧς ἕκαστος αὐτὴν ἡμέρας ἱστορεῖ γεγονέναι· οὕτως νεαρὸν αὐτῆς καὶ ἀκμαῖον τὸ κάλλος καὶ μηδαμοῦ γεγηρακὸς ὑπὸ τοσούτου χρόνου·
265
πάσχει γὰρ καὶ τὰ κατασκευάσματα ταὐτὸν ἀνθρώποις καὶ πολιοῦται καὶ τὴν ἰσχὺν λυόμενα ὑπὸ τῶν ἐτῶν καὶ τὴν εὐπρέπειαν μαραινόμενα. θάπτουσι δʼ ἐν τῇ βάρει τούς τε Μήδων βασιλέας καὶ Περσῶν καὶ Πάρθων ἄχρι τοῦ δεῦρο, καὶ ὁ ταύτην πεπιστευμένος Ἰουδαῖός ἐστιν ἱερεὺς καὶ τοῦτο γίνεται μέχρι τῆς σήμερον ἡμέρας.
266
ἄξιον δὲ τἀνδρὸς τούτου καὶ ὃ μάλιστʼ ἂν θαυμάσαι τις ἀκούσας διελθεῖν· ἀπαντᾷ γὰρ αὐτῷ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους, καὶ τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει.