Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

234 ταραχθεὶς δὲ ὑπὸ τῆς ὄψεως συνεκάλεσε τοὺς μάγους καὶ τοὺς Χαλδαίους, πᾶν τοῦτο τὸ γένος ὅσον ἦν ἐν τοῖς Βαβυλωνίοις τά τε σημεῖα καὶ τὰ ὀνείρατα κρίνειν δυνάμενον, ὡς ἂν αὐτῷ δηλώσωσι τὰ γεγραμμένα.
235 τῶν δὲ μάγων οὐδὲν εὑρίσκειν δυναμένων οὐδὲ συνιέναι λεγόντων ὑπʼ ἀγωνίας ὁ βασιλεὺς καὶ πολλῆς τῆς ἐπὶ τῷ παραδόξῳ λύπης κατὰ πᾶσαν ἐκήρυξε τὴν χώραν τῷ τὰ γράμματα καὶ τὴν ὑπʼ αὐτῶν δηλουμένην διάνοιαν σαφῆ ποιήσαντι δώσειν ὑπισχνούμενος στρεπτὸν περιαυχένιον χρύσεον καὶ πορφυρᾶν ἐσθῆτα φορεῖν, ὡς οἱ τῶν Χαλδαίων βασιλεῖς, καὶ τὸ τρίτον μέρος τῆς ἰδίας ἀρχῆς.
236 τούτου γενομένου τοῦ κηρύγματος ἔτι μᾶλλον οἱ μάγοι συνδραμόντες καὶ φιλοτιμησάμενοι πρὸς τὴν εὕρεσιν τῶν γραμμάτων οὐδὲν ἔλαττον ἠπόρησαν.
237 ἀθυμοῦντα δʼ ἐπὶ τούτῳ θεασαμένη τὸν βασιλέα ἡ μάμμη αὐτοῦ παραθαρσύνειν ἤρξατο καὶ λέγειν, ὡς ἔστι τις ἀπὸ τῆς Ἰουδαίας αἰχμάλωτος ἐκεῖθεν τὸ γένος ἀχθεὶς ὑπὸ τοῦ Ναβουχοδονοσόρου πορθήσαντος Ἱεροσόλυμα Δανίηλος ὄνομα, σοφὸς ἀνὴρ καὶ δεινὸς εὑρεῖν τὰ ἀμήχανα καὶ μόνῳ τῷ θεῷ γνώριμα, ὃς Ναβουχοδονοσόρῳ τῷ βασιλεῖ μηδενὸς ἄλλου δυνηθέντος εἰπεῖν περὶ ὧν ἔχρῃζεν εἰς φῶς ἤγαγε τὰ ζητούμενα.
238 μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρʼ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν ᾖ τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme