Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

 
ἐξ οὗ δʼ ἐγεννήθη ὁ Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν.
 
ὁ δὲ στρατηγὸς τοῦ Βαβυλωνίων βασιλέως κατασκάψας τὰ Ἱεροσόλυμα καὶ τὸν λαὸν μεταναστήσας ἔλαβεν αἰχμαλώτους τὸν ἀρχιερέα Σεβαῖον καὶ τὸν μετʼ αὐτὸν ἱερέα Σεφενίαν καὶ τοὺς φυλάσσοντας τὸ ἱερὸν ἡγεμόνας, τρεῖς δὲ ἦσαν οὗτοι, καὶ τὸν ἐπὶ τῶν ὁπλιτῶν εὐνοῦχον καὶ τοὺς φίλους τοῦ Σαχχίου ἑπτὰ καὶ τὸν γραμματέα αὐτοῦ καὶ ἄλλους ἡγεμόνας ἑξήκοντα, οὓς ἅπαντας μεθʼ ὧν ἐσύλησε σκευῶν ἐκόμισε πρὸς τὸν βασιλέα εἰς Σαλάβαθα πόλιν τῆς Συρίας.
 
ὁ δὲ βασιλεὺς τοῦ μὲν ἀρχιερέως καὶ τῶν ἡγεμόνων ἐκέλευσεν ἐκεῖ τὰς κεφαλὰς ἀποτεμεῖν, αὐτὸς δὲ πάντας τοὺς αἰχμαλώτους καὶ τὸν Σαχχίαν εἰς Βαβυλῶνα δέσμιον ἐπήγετο καὶ Ἰωσάδακον τὸν ἀρχιερέα ὄντα υἱὸν Σαραία τοῦ ἀρχιερέως, ὃν ἀπέκτεινεν ὁ Βαβυλώνιος ἐν Ἀριβαθᾶ πόλει τῆς Συρίας, ὡς καὶ πρότερον ἡμῖν δεδήλωται.
 
Ἐπεὶ δὲ τὸ γένος διεξήλθομεν τὸ τῶν βασιλέων καὶ τίνες ἦσαν δεδηλώκαμεν καὶ τοὺς χρόνους αὐτῶν, ἀναγκαῖον ἡγησάμην καὶ τῶν ἀρχιερέων εἰπεῖν τὰ ὀνόματα καὶ τίνες ἦσαν οἱ τὴν ἀρχιερωσύνην καταδείξαντες ἐπὶ τοῖς βασιλεῦσι.
 
πρῶτος μὲν οὖν Σάδωκος ἀρχιερεὺς ἐγένετο τοῦ ναοῦ, ὃν Σολόμων ᾠκοδόμησε· μετʼ αὐτὸν δʼ ὁ υἱὸς Ἀχιμᾶς διαδέχεται τὴν τιμὴν καὶ μετὰ Ἀχιμᾶν Ἀζαρίας, τούτου δὲ Ἰώραμος, τοῦ δὲ Ἰωράμου Ἴως, μετʼ αὐτὸν δὲ Ἀξιώραμος,
 
τοῦ δὲ Ἀξιωράμου Φιδέας, τοῦ δὲ Φιδέα Σουδαίας, τοῦ δὲ Σουδαία Ἰουῆλος, τοῦ δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Οὐρίας, Οὐρία δὲ Νηρίας, Νηρία δὲ Ὠδαίας, τοῦ δὲ Σαλοῦμος, Σαλούμου δὲ Ἐλκίας, Ἐλκία δʼ Ἄζαρος, τοῦ δὲ Ἰωσάδακος ὁ αἰχμαλωτισθεὶς εἰς Βαβυλῶνα. οὗτοι πάντες παῖς παρὰ πατρὸς διεδέξαντο τὴν ἀρχιερωσύνην.
 
Παραγενόμενος δʼ εἰς Βαβυλῶνα ὁ βασιλεὺς Σαχχίαν μὲν εἶχεν ἄχρις οὗ καὶ ἐτελεύτησεν ἐν εἱρκτῇ, θάψας δʼ αὐτὸν βασιλικῶς τὰ σκεύη τὰ ἐκ τοῦ Ἱεροσολύμων συληθέντα ναοῦ ἀνέθηκε τοῖς ἰδίοις θεοῖς, τὸν δὲ λαὸν κατῴκισεν ἐν τῇ Βαβυλωνίτιδι χώρᾳ, τὸν δὲ ἀρχιερέα ἀπέλυσε τῶν δεσμῶν.
 
Ὁ δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομʼ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δʼ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον.
 
Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι· κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντʼ αὐτῷ χορηγεῖν· εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ.
 
ὁ δὲ προφήτης οὔθʼ ἕπεσθαι ἤθελεν οὔτʼ ἀλλαχόσε που μένειν, ἡδέως δʼ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δʼ αὐτοῦ τὴν προαίρεσιν ὁ στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν.
 
καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον.
 
Ναβουζαρδάνης δὲ ταῦτα διαπραξάμενος ὥρμησεν εἰς Βαβυλῶνα. οἱ δὲ πολιορκουμένων Ἱεροσολύμων φυγόντες διασκεδασθέντες κατὰ τὴν χώραν, ἐπειδὴ τοὺς Βαβυλωνίους ἤκουσαν ἀνακεχωρηκότας καὶ λείψανά τινα καταλελοιπότας ἐν τῇ τῶν Ἱεροσολυμιτῶν γῇ καὶ τοὺς ταύτην ἐργασομένους, συλλεχθέντες πανταχόθεν ἧκον πρὸς τὸν Γαδαλίαν εἰς Μασαφθά.
 
ἡγεμόνες δʼ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον.
 
τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους· γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας·
 
καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον.
 
Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ ᾧ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν.
 
κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ.
 
ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου· δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπʼ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος.
 
ὁ δʼ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατʼ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν· οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπʼ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι.
 
οὐ μὴν ἀλλʼ εἰ ταῦτʼ ἀληθῆ δεῖ δοκεῖν, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπʼ ἐκείνου μᾶλλον, ἢ καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι.
 
Καὶ ὁ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν Ἰσμάηλος μετʼ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ τοὺς σὺν αὐτῷ.
 
θεασάμενος δʼ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης ὁ Ἰσμάηλος ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ τῶν στρατιωτῶν.
 
τῇ δʼ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος. ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν, καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε.
 
διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον ἀναιρεθῆναι παρεκάλεσαν πρὶν ἢ τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτʼ ἀκούσας ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος·
 
τὸν δʼ ἐν τῇ Μασφάθῃ λαὸν σὺν γυναιξὶ καὶ νηπίοις ᾐχμαλώτισεν, ἐν οἷς καὶ τοῦ βασιλέως Σαχχίου θυγατέρας, ἃς Ναβουζαρδάνης ὁ τῶν Βαβυλωνίων στρατηγὸς παρὰ Γαδαλίᾳ καταλελοίπει. ταῦτα διαπραξάμενος ἀφικνεῖται πρὸς τὸν Ἀμμανιτῶν βασιλέα.
 
Ἀκούσας δʼ ὁ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ ἡγεμόνες τὰ ἐν τῇ Μασφαθῇ τὰ πεπραγμένα ὑπὸ Ἰσμαήλου καὶ τὸν Γαδαλίου θάνατον ἠγανάκτησαν, καὶ τοὺς ἰδίους ἕκαστος ὁπλίτας παραλαβὼν ὥρμησαν πολεμήσοντες τὸν Ἰσμάηλον καὶ καταλαμβάνουσιν αὐτὸν πρὸς τῇ πηγῇ ἐν Ἰβρῶνι.
 
οἱ δὲ αἰχμαλωτισθέντες ὑπὸ Ἰσμαήλου τὸν Ἰωάννην ἰδόντες καὶ τοὺς ἡγεμόνας εὐθύμως διετέθησαν βοήθειαν αὑτοῖς ἥκειν ὑπολαμβάνοντες, καὶ καταλιπόντες τὸν αἰχμαλωτίσαντα πρὸς Ἰωάννην ἀνεχώρησαν. Ἰσμάηλος μὲν οὖν μετʼ ἀνδρῶν ὀκτὼ φεύγει πρὸς τὸν τῶν Ἀμμανιτῶν βασιλέα.
 
ὁ δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δʼ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου.
 
Ὄντων δʼ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης ὁ τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτʼ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν ὅ τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ.
 
ὑποσχομένου δὲ τοῦ προφήτου διακονήσειν αὐτοῖς πρὸς τὸν θεὸν συνέβη μετὰ δέκα ἡμέρας αὐτῷ φανέντα τὸν θεὸν εἰπεῖν δηλῶσαι Ἰωάννῃ καὶ τοῖς ἄλλοις ἡγεμόσι καὶ τῷ λαῷ παντί, ὅτι μένουσι μὲν αὐτοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ παρέσται καὶ πρόνοιαν ἕξει καὶ τηρήσει παρὰ τῶν Βαβυλωνίων οὓς δεδίασιν ἀπαθεῖς, πορευομένους δὲ εἰς Αἴγυπτον ἀπολείψει καὶ ταὐτὰ διαθήσει ὀργισθείς, ἃ καὶ τοὺς ἀδελφοὺς αὑτῶν ἔμπροσθεν οἴδατε πεπονθότας.
 
ταῦτα εἰπὼν τῷ Ἰωάννῃ καὶ τῷ λαῷ τὸν θεὸν αὐτοῖς προλέγειν ὁ προφήτης οὐκ ἐπιστεύετο, ὡς κατὰ ἐντολὴν τὴν ἐκείνου μένειν αὐτοὺς ἐν τῇ χώρᾳ κελεύει, χαριζόμενον δὲ Βαρούχῳ τῷ ἰδίῳ μαθητῇ καταψεύδεσθαι μὲν τοῦ θεοῦ, πείθειν δὲ μένειν αὐτόθι, ὡς ἂν ὑπὸ τῶν Βαβυλωνίων διαφθαρῶσι.
 
παρακούσας οὖν ὅ τε λαὸς καὶ Ἰωάννης τῆς τοῦ θεοῦ συμβουλίας, ἣν αὐτοῖς διὰ τοῦ προφήτου παρῄνεσεν, ἀπῆρεν εἰς τὴν Αἴγυπτον ἄγων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαροῦχον.
 
Γενομένων δὲ αὐτῶν ἐκεῖ σημαίνει τὸ θεῖον τῷ προφήτῃ μέλλοντα στρατεύειν ἐπὶ τοὺς Αἰγυπτίους τὸν βασιλέα τῶν Βαβυλωνίων, καὶ προειπεῖν ἐκέλευε τῷ λαῷ τήν τε ἅλωσιν τῆς Αἰγύπτου, καὶ ὅτι τοὺς μὲν αὐτῶν ἀποκτενεῖ, τοὺς δὲ αἰχμαλώτους λαβὼν εἰς Βαβυλῶνα ἄξει.
 
καὶ ταῦτα συνέβη· τῷ γὰρ πέμπτῳ τῆς Ἱεροσολύμων πορθήσεως ἔτει, ὅ ἐστι τρίτον καὶ εἰκοστὸν τῆς Ναβουχοδονοσόρου βασιλείας, στρατεύει Ναβουχοδονόσορος ἐπὶ τὴν κοίλην Συρίαν, καὶ κατασχὼν αὐτὴν ἐπολέμησε καὶ Μωαβίταις καὶ Ἀμμανίταις.
 
ποιησάμενος δὲ ὑπήκοα ταῦτα τὰ ἔθνη ἐνέβαλεν εἰς τὴν Αἴγυπτον καταστρεψόμενος αὐτήν, καὶ τὸν μὲν τότε βασιλέα κτείνει, καταστήσας δὲ ἕτερον τοὺς ἐν αὐτῇ πάλιν Ἰουδαίους αἰχμαλωτίσας ἤγαγεν εἰς Βαβυλῶνα.
 
καὶ τὸ μὲν Ἑβραίων γένος ἐν τοιούτῳ τέλει γενόμενον παρειλήφαμεν δὶς ἐλθὸν πέραν Εὐφράτου· ὑπὸ Ἀσσυρίων μὲν γὰρ ἐξέπεσεν ὁ τῶν δέκα φυλῶν λαὸς ἀπὸ Σαμαρείας βασιλεύοντος αὐτῶν Ὠσήου, ἔπειτα τῶν δύο φυλῶν ὑπὸ Ναβουχοδονοσόρου τοῦ τῶν Βαβυλωνίων βασιλέως καὶ τῶν Χαλδαίων ὃς ὑπελείφθη τῶν Ἱεροσολύμων ἁλόντων.
 
Σαλμανάσσης μὲν οὖν ἀναστήσας τοὺς Ἰσραηλίτας κατῴκισεν ἀντʼ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες· ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν ἔθνος εἰς τὴν χώραν αὐτῶν κατῴκισε καὶ διὰ τοῦτο ἔρημος ἡ Ἰουδαία πᾶσα καὶ Ἱεροσόλυμα καὶ ὁ ναὸς διέμεινεν ἔτεσιν ἑβδομήκοντα.
 
τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι.
 
Ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας·
 
τὸ δʼ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα· ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme