Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

154 Παραγενόμενος δʼ εἰς Βαβυλῶνα ὁ βασιλεὺς Σαχχίαν μὲν εἶχεν ἄχρις οὗ καὶ ἐτελεύτησεν ἐν εἱρκτῇ, θάψας δʼ αὐτὸν βασιλικῶς τὰ σκεύη τὰ ἐκ τοῦ Ἱεροσολύμων συληθέντα ναοῦ ἀνέθηκε τοῖς ἰδίοις θεοῖς, τὸν δὲ λαὸν κατῴκισεν ἐν τῇ Βαβυλωνίτιδι χώρᾳ, τὸν δὲ ἀρχιερέα ἀπέλυσε τῶν δεσμῶν.
155 Ὁ δὲ στρατηγὸς Ναβουζαρδάνης αἰχμαλωτίσας τὸν τῶν Ἑβραίων λαὸν τοὺς πένητας καὶ αὐτομόλους ἐκεῖ κατέλιπεν ἀποδείξας αὐτῶν ἡγεμόνα Γαδαλίαν ὄνομʼ Ἀϊκάμου παῖδα τῶν εὖ γεγονότων ἐπιεικῆ καὶ δίκαιον, ἐπέταξε δʼ αὐτοῖς τὴν χώραν ἐργαζομένοις τῷ βασιλεῖ τελεῖν φόρον ὡρισμένον.
156 Ἱερεμίαν δὲ τὸν προφήτην λαβὼν ἐκ τῆς εἱρκτῆς ἔπειθεν εἰς Βαβυλῶνα σὺν αὐτῷ παραγενέσθαι· κεκελεῦσθαι γὰρ ὑπὸ τοῦ βασιλέως πάντʼ αὐτῷ χορηγεῖν· εἰ δὲ τοῦτο μὴ βούλεται, δηλοῦν αὐτῷ ποῦ μένειν διέγνωκεν, ἵνα τοῦτο ἐπισταλῇ τῷ βασιλεῖ.
157 ὁ δὲ προφήτης οὔθʼ ἕπεσθαι ἤθελεν οὔτʼ ἀλλαχόσε που μένειν, ἡδέως δʼ εἶχεν ἐπὶ τοῖς ἐρειπίοις τῆς πατρίδος καὶ τοῖς ταλαιπώροις αὐτῆς διαζῆσαι λειψάνοις. γνοὺς δʼ αὐτοῦ τὴν προαίρεσιν ὁ στρατηγός, τῷ Γαδαλίᾳ προστάξας, ὃν κατέλιπεν, αὐτίκα πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν καὶ χορηγίαν ὅσων ἂν δέηται δωρησάμενός τε αὐτὸν δωρεαῖς πολυτελέσιν ἀπέλυσεν.
158 καὶ Ἱερεμίας μὲν κατέμεινεν εἰς Δάναν ἐν πόλει τῆς χώρας Μοσφοθᾶ καλουμένῃ παρακαλέσας τὸν Ναβουζαρδάνην, ἵνʼ αὐτῷ συναπολύσῃ τὸν μαθητὴν Βαροῦχον Νήρου δὲ παῖδα ἐξ ἐπισήμου σφόδρα οἰκίας ὄντα καὶ τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme