Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

149 ὁ δὲ στρατηγὸς τοῦ Βαβυλωνίων βασιλέως κατασκάψας τὰ Ἱεροσόλυμα καὶ τὸν λαὸν μεταναστήσας ἔλαβεν αἰχμαλώτους τὸν ἀρχιερέα Σεβαῖον καὶ τὸν μετʼ αὐτὸν ἱερέα Σεφενίαν καὶ τοὺς φυλάσσοντας τὸ ἱερὸν ἡγεμόνας, τρεῖς δὲ ἦσαν οὗτοι, καὶ τὸν ἐπὶ τῶν ὁπλιτῶν εὐνοῦχον καὶ τοὺς φίλους τοῦ Σαχχίου ἑπτὰ καὶ τὸν γραμματέα αὐτοῦ καὶ ἄλλους ἡγεμόνας ἑξήκοντα, οὓς ἅπαντας μεθʼ ὧν ἐσύλησε σκευῶν ἐκόμισε πρὸς τὸν βασιλέα εἰς Σαλάβαθα πόλιν τῆς Συρίας.
150 ὁ δὲ βασιλεὺς τοῦ μὲν ἀρχιερέως καὶ τῶν ἡγεμόνων ἐκέλευσεν ἐκεῖ τὰς κεφαλὰς ἀποτεμεῖν, αὐτὸς δὲ πάντας τοὺς αἰχμαλώτους καὶ τὸν Σαχχίαν εἰς Βαβυλῶνα δέσμιον ἐπήγετο καὶ Ἰωσάδακον τὸν ἀρχιερέα ὄντα υἱὸν Σαραία τοῦ ἀρχιερέως, ὃν ἀπέκτεινεν ὁ Βαβυλώνιος ἐν Ἀριβαθᾶ πόλει τῆς Συρίας, ὡς καὶ πρότερον ἡμῖν δεδήλωται.
151 Ἐπεὶ δὲ τὸ γένος διεξήλθομεν τὸ τῶν βασιλέων καὶ τίνες ἦσαν δεδηλώκαμεν καὶ τοὺς χρόνους αὐτῶν, ἀναγκαῖον ἡγησάμην καὶ τῶν ἀρχιερέων εἰπεῖν τὰ ὀνόματα καὶ τίνες ἦσαν οἱ τὴν ἀρχιερωσύνην καταδείξαντες ἐπὶ τοῖς βασιλεῦσι.
152 πρῶτος μὲν οὖν Σάδωκος ἀρχιερεὺς ἐγένετο τοῦ ναοῦ, ὃν Σολόμων ᾠκοδόμησε· μετʼ αὐτὸν δʼ ὁ υἱὸς Ἀχιμᾶς διαδέχεται τὴν τιμὴν καὶ μετὰ Ἀχιμᾶν Ἀζαρίας, τούτου δὲ Ἰώραμος, τοῦ δὲ Ἰωράμου Ἴως, μετʼ αὐτὸν δὲ Ἀξιώραμος,
153 τοῦ δὲ Ἀξιωράμου Φιδέας, τοῦ δὲ Φιδέα Σουδαίας, τοῦ δὲ Σουδαία Ἰουῆλος, τοῦ δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Οὐρίας, Οὐρία δὲ Νηρίας, Νηρία δὲ Ὠδαίας, τοῦ δὲ Σαλοῦμος, Σαλούμου δὲ Ἐλκίας, Ἐλκία δʼ Ἄζαρος, τοῦ δὲ Ἰωσάδακος ὁ αἰχμαλωτισθεὶς εἰς Βαβυλῶνα. οὗτοι πάντες παῖς παρὰ πατρὸς διεδέξαντο τὴν ἀρχιερωσύνην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme