Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

144 Ὁ δὲ Βαβυλώνιος πέμπει τὸν αὑτοῦ στρατηγὸν Ναβουζαρδάνην εἰς Ἱεροσόλυμα συλήσοντα τὸν ναόν, προστάξας ἅμα καὶ καταπρῆσαι αὐτόν τε καὶ τὰ βασίλεια τήν τε πόλιν εἰς ἔδαφος καθελεῖν καὶ τὸν λαὸν εἰς τὴν Βαβυλωνίαν μεταστῆσαι.
145 ὃς γενόμενος ἐν τοῖς Ἱεροσολύμοις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας συλᾷ τε τὸν ναὸν καὶ βαστάζει τὰ σκεύη τοῦ θεοῦ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ δὴ καὶ τὸν μέγαν λουτῆρα, ὃν Σολόμων ἀνέθηκεν, ἔτι γε μὴν τοὺς στύλους τοὺς χαλκοῦς καὶ τὰς κεφαλὰς αὐτῶν τάς τε χρυσᾶς τραπέζας καὶ τὰς λυχνίας.
146 βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν.
147 ἐνεπρήσθη δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν ὁ πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα·
148 ἐξ οὗ δʼ ἐγεννήθη ὁ Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme