Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

 
Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν·
 
τὰς οἰκίας τε καὶ τὰς κώμας ἠρεύνησε καὶ τὰς πόλεις, μή τις ἔνδον ἔχοι τι τῶν εἰδώλων ὑπονοῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς βασιλευομένοις ἐφεστῶτα ἅρματα, ἃ κατεσκεύασαν οἱ πρόγονοι, καὶ εἴ τι ἄλλο τοιοῦτον ἦν ᾧ προσεκύνουν ὡς θεῷ ἐβάστασε·
 
καὶ καθαρίσας οὕτω τὴν χώραν ἅπασαν εἰς Ἱεροσόλυμα τὸν λαὸν συνεκάλεσε κἀκεῖ τὴν ἀζύμων ἑορτὴν καὶ τὴν πάσχα λεγομένην ἤγαγεν· ἐδωρήσατό τε τῷ λαῷ τὸ πάσχα νεογνοὺς ἐρίφους καὶ ἄρνας δισμυρίους, βοῦς δʼ εἰς ὁλοκαυτώματα τρισχιλίους.
 
παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς Λευίταις πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους.
 
καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι.
 
ζήσας δʼ ἐν εἰρήνῃ μετὰ ταῦτα ὁ Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον·
 
Νεχαῦς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἐγείρας στρατιὰν ἐπὶ τὸν Εὐφράτην ἤλασε ποταμὸν Μήδους πολεμήσων καὶ τοὺς Βαβυλωνίους, οἳ τὴν Ἀσσυρίων κατέλυσαν ἀρχήν· τῆς γὰρ Ἀσίας βασιλεῦσαι πόθον εἶχε.
 
γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν.
 
Ἰωσίας δὲ οὐ προσίετο τὰ παρὰ τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ.
 
διατάσσοντος γὰρ αὐτοῦ τὴν δύναμιν καὶ ἐφʼ ἅρματος ἀπὸ κέρως ἐπὶ κέρας ὀχουμένου τοξεύσας τις αὐτὸν τῶν Αἰγυπτίων ἔπαυσε τῆς πρὸς τὴν μάχην σπουδῆς· τῷ τραύματι γὰρ περιαλγὴς ὢν ἐκέλευσεν ἀνακληθῆναι τὸ στράτευμα καὶ ὑπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. τελευτᾷ δʼ ἐκ τῆς πληγῆς ἐκεῖ τὸν βίον καὶ κηδεύεται ἐν ταῖς πατρῴαις θήκαις μεγαλοπρεπῶς βιώσας μὲν ἔτη τριακονταεννέα, βασιλεύσας δὲ τούτων ἓν καὶ τριάκοντα.
 
πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ ὁ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος θρηνητικόν, ὃ καὶ μέχρι νῦν διαμένει.
 
οὗτος ὁ προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ ὁ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν.
 
ἦσαν δὲ οἱ δύο τῷ γένει ἱερεῖς, ἀλλʼ ὁ μὲν Ἱερεμίας ἐν Ἱεροσολύμοις διῆγεν ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς Ἰωσίου βασιλείας ἕως οὗ κατεσκάφη ἡ πόλις καὶ ὁ ναός. τὰ μέντοι γε συμβάντα περὶ τοῦτον τὸν προφήτην κατὰ χώραν δηλώσομεν.
 
Τελευτήσαντος δὲ Ἰωσίου, καθὼς προειρήκαμεν, τὴν βασιλείαν ὁ παῖς αὐτοῦ διαδέχεται Ἰώαζος τοὔνομα τρίτον καὶ εἰκοστὸν ἤδη ἔτος γεγονώς. καὶ οὗτος μὲν ἐν Ἱεροσολύμοις ἐβασίλευσε μητρὸς Ἀμιτάλης καὶ πόλεως Τομάνης ἀσεβὴς δὲ καὶ μιαρὸς τὸν τρόπον·
 
ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς ὑποστρέψας ἀπὸ τῆς μάχης μεταπέμπεται τὸν Ἰώαζον πρὸς αὑτὸν εἰς Ἀμαθὰ καλουμένην πόλιν, ἥτις ἐστὶ τῆς Συρίας, καὶ τὸν μὲν ἐλθόντα ἔδησε, τῷ δὲ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ ὁμοπατρίῳ ὄντι Ἐλιακείμῳ τοὔνομα τὴν βασιλείαν παραδίδωσι μετονομάσας αὐτὸν Ἰωάκειμον· τῇ δὲ χώρᾳ ἐπέταξεν ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσίου.
 
καὶ τοῦτο μὲν ἐτέλει ὁ Ἰωάκειμος τὸ πλῆθος τῶν χρημάτων, τὸν δὲ Ἰώαζον ἀπήγαγεν εἰς Αἴγυπτον, ὃς καὶ ἐτελεύτησεν ἐν αὐτῇ βασιλεύσας μῆνας τρεῖς ἡμέρας δέκα. ἡ δὲ τοῦ Ἰωακείμου μήτηρ ἐκαλεῖτο Ζαβουδᾶ, ἐκ πόλεως δʼ ἦν Ἀβουμᾶς. ἐτύγχανε δʼ ὢν τὴν φύσιν ἄδικος καὶ κακοῦργος καὶ μήτε πρὸς θεὸν ὅσιος μήτε πρὸς ἀνθρώπους ἐπιεικής.
 
Ἔτος δʼ αὐτοῦ τῆς βασιλείας τέταρτον ἤδη ἔχοντος τὴν Βαβυλωνίων ἀρχὴν παραλαμβάνει Ναβουχοδονόσορος ὄνομα, ὃς ὑπὸ τὸν αὐτὸν καιρὸν μετὰ μεγάλης παρασκευῆς ἐπὶ Καρχάμισσαν ἀναβαίνει πόλιν, ἔστι δʼ αὕτη πρὸς τῷ Εὐφράτῃ ποταμῷ, διεγνωκὼς πολεμεῖν τῷ τῶν Αἰγυπτίων Νεχαῦ· ὑπὸ τούτῳ γὰρ ἦν ἅπασα ἡ Συρία.
 
μαθὼν δὲ τὴν τοῦ Βαβυλωνίου προαίρεσιν καὶ τὴν ἐπʼ αὐτὸν στρατείαν ὁ Νεχαῦς οὐδὲ αὐτὸς ὠλιγώρησεν, ἀλλὰ σὺν πολλῇ χειρὶ τὸν Ναβουχοδονόσορον ἀμυνούμενος ὥρμησεν ἐπὶ τὸν Εὐφράτην.
 
συμβολῆς δὲ γενομένης ἡττήθη καὶ πολλὰς ἀπέβαλε μυριάδας ἐν τῇ μάχῃ. διαβὰς δὲ τὸν Εὐφράτην ὁ Βαβυλώνιος τὴν ἄχρι Πηλουσίου παραλαμβάνει Συρίαν πάρεξ τῆς Ἰουδαίας.
 
τέσσαρα δʼ ἔτη βασιλεύοντος ἤδη τοῦ Ναβουχοδονοσόρου ὄγδοον ἦν τῷ Ἰωακείμῳ τῷ τῶν Ἑβραίων ἔχοντι τὴν ἀρχήν, καὶ στρατεύει μετὰ πολλῆς δυνάμεως ἐπὶ τοὺς Ἰουδαίους ὁ Βαβυλώνιος φόρους αἰτῶν τὸν Ἰωάκειμον ἢ πολεμήσειν ἀπειλῶν. ὁ δὲ δείσας τὴν ἀπειλὴν καὶ τὴν εἰρήνην ἀντικαταλλαξάμενος τῶν χρημάτων ἤνεγκεν αὐτῷ φόρους οὓς ἔταξεν ἐπὶ ἔτη τρία.
 
Τῷ δὲ τρίτῳ στρατεύειν τοὺς Αἰγυπτίους ἀκούσας ἐπὶ τὸν Βαβυλώνιον καὶ τοὺς φόρους αὐτῷ μὴ δοὺς διεψεύσθη τῆς ἐλπίδος·
 
οἱ γὰρ Αἰγύπτιοι ποιήσασθαι τὴν στρατείαν οὐκ ἐθάρρησαν. ταῦτα δὲ ὁ προφήτης Ἱερεμίας κατὰ πᾶσαν ἡμέραν προύλεγεν, ὡς μάτην ταῖς παρὰ τῶν Αἰγυπτίων ἐλπίσι προσανέχουσι, καὶ ὡς δεῖ τὴν πόλιν ὑπὸ τοῦ Βαβυλωνίων βασιλέως ἀνάστατον γενέσθαι, καὶ Ἰωακείμῳ τῷ βασιλεῖ χειρωθῆναι ὑπʼ αὐτοῦ.
 
ἀλλὰ ταῦτʼ οὐδὲν χρήσιμον οὐκ ὄντων τῶν σωθησομένων ἐλέγετο· καὶ γὰρ τὸ πλῆθος καὶ οἱ ἄρχοντες ἀκούοντες παρημέλουν, καὶ πρὸς ὀργὴν λαμβάνοντες τὰ λεγόμενα ὡς οἰωνιζομένου κατὰ τοῦ βασιλέως τοῦ προφήτου τὸν Ἱερεμίαν ᾐτιῶντο, καὶ ὑπάγοντες δίκῃ καταψηφισθῆναι πρὸς τιμωρίαν ἠξίουν.
 
καὶ οἱ μὲν ἄλλοι πάντες ἤνεγκαν τὰς ψήφους κατʼ αὐτοῦ οἳ καὶ ἀπέγνωσαν τῶν πρεσβυτέρων, οἱ δὲ σοφῆς ὄντες διανοίας ἀπέλυσαν τὸν προφήτην ἀπὸ τῆς αὐλῆς καὶ τοῖς ἄλλοις συνεβούλευσαν μηδὲν διαθεῖναι κακὸν τὸν Ἱερεμίαν.
 
ἔλεγον γὰρ οὐ μόνον τοῦτον προλέγειν τῇ πόλει τὰ μέλλοντα, ἀλλὰ καὶ Μιχαίαν πρὸ αὐτοῦ ταῦτα κατηγγελκέναι καὶ πολλοὺς ἄλλους, ὧν οὐδεὶς ὑπὸ τῶν τότε βασιλέων οὐδὲν ἔπαθεν, ἀλλʼ ὡς προφήτης τοῦ θεοῦ τιμῆς ἔτυχε.
 
τούτοις καταπραΰναντες τὸ πλῆθος τοῖς λόγοις ἐρρύσαντο τῆς κατεψηφισμένης αὐτοῦ κολάσεως τὸν Ἱερεμίαν, ὃς ἁπάσας αὑτοῦ τὰς προφητείας συγγραψάμενος νηστεύοντος τοῦ δήμου καὶ ἐκκλησιάζοντος ἐν τῷ ἱερῷ μηνὶ ἐνάτῳ τοῦ πέμπτου ἔτους τῆς Ἰωακείμου βασιλείας ἀνέγνω τὴν βίβλον, ἣν περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ πόλει καὶ τῷ ναῷ καὶ τοῖς ὄχλοις ἦν συντεταχώς.
 
ἀκούσαντες δʼ οἱ ἡγεμόνες λαμβάνουσι παρʼ αὐτοῦ τὸ βιβλίον καὶ κελεύουσιν αὐτόν τε καὶ τὸν γραμματέα Βαροῦχον ἐκποδὼν αὑτοὺς ποιῆσαι, μή τισι δῆλοι γένωνται, τὸ δὲ βιβλίον αὐτοὶ φέροντες τῷ βασιλεῖ διδόασιν. ὁ δὲ παρόντων αὐτῷ τῶν φίλων ἐκέλευσε τὸν αὑτοῦ γραμματέα λαβόντα ἀναγνῶναι.
 
ἀκούσας δὲ τῶν ἐν τῷ βιβλίῳ καὶ ὀργισθεὶς ὁ βασιλεὺς διέρρηξέ τε καὶ βαλὼν εἰς πῦρ ἠφάνισε, ζητηθέντας δὲ τόν τε Ἱερεμίαν καὶ τὸν γραμματέα Βαροῦχον ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν κολασθησομένους. οὗτοι μὲν οὖν διαφεύγουσιν αὐτοῦ τὴν ὀργήν.
 
Μετʼ οὐ πολὺν δὲ χρόνον στρατευόμενον ἐπʼ αὐτὸν τὸν τῶν Βαβυλωνίων βασιλέα δέχεται κατὰ δέος τῶν προειρημένων ὑπὸ τοῦ προφήτου τούτου, οὐδὲν νομίζων πείσεσθαι δεινὸν μηδὲ ἀποκλείσας μηδὲ πολεμήσας,
 
ἀπελθὼν δʼ εἰς αὐτὸν ὁ Βαβυλώνιος οὐκ ἐφύλαξε τὰς πίστεις, ἀλλὰ τοὺς ἀκμαιοτάτους καὶ κάλλει διαφέροντας τῶν Ἱεροσολυμιτῶν ἀπέκτεινε μετὰ τοῦ βασιλέως Ἰωακείμου, ὃν ἄταφον ἐκέλευσε ῥιφῆναι πρὸ τῶν τειχῶν· τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάκειμον κατέστησε βασιλέα τῆς χώρας καὶ τῆς πόλεως.
 
τοὺς δʼ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα· ἐν δὲ τούτοις ἦν καὶ ὁ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, ὁ δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα.
 
Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα δόντα τὴν βασιλείαν Ἰωακείμῳ παραχρῆμα ἔλαβε δέος· ἔδεισε γάρ, μὴ μνησικακήσας αὐτῷ τῆς τοῦ πατρὸς ἀναιρέσεως ἀποστήσῃ τὴν χώραν αὐτοῦ· πέμψας τοιγαροῦν δύναμιν ἐπολιόρκει τὸν Ἰωάκειμον ἐν τοῖς Ἱεροσολύμοις.
 
ὁ δὲ φύσει χρηστὸς ὢν καὶ δίκαιος οὐκ ἠξίου τὴν πόλιν κινδυνεύουσαν διʼ αὐτὸν περιορᾶν, ἀλλʼ ἀπάρας τὴν μητέρα καὶ τοὺς συγγενεῖς παραδίδωσι τοῖς πεμφθεῖσιν ὑπὸ τοῦ Βαβυλωνίου στρατηγοῖς ὅρκους παρʼ αὐτῶν λαβὼν ὑπὲρ τοῦ μηδὲν μήτʼ αὐτοὺς παθεῖν μήτε τὴν πόλιν.
 
οἷς οὐδʼ ἐνιαυτὸν ἡ πίστις ἔμεινεν· οὐ γὰρ ἐφύλαξεν αὐτὴν ὁ τῶν Βαβυλωνίων βασιλεύς, ἀλλὰ τοῖς στρατηγοῖς ἐπέστειλεν ἅπαντας τοὺς ἐν τῇ πόλει λαβόντας αἰχμαλώτους νέους τὴν ἡλικίαν καὶ τεχνίτας δεδεμένους ἄγειν πρὸς αὑτόν, ἦσαν δὲ οὗτοι πάντες εἰς μυρίους ὀκτακοσίους τριακονταδύο, καὶ τὸν Ἰωάκειμον μετὰ τῆς μητρὸς καὶ τῶν φίλων.
 
τούτους δὴ κομισθέντας πρὸς αὑτὸν εἶχεν ἐν φυλακῇ· τὸν δὲ θεῖον τοῦ Ἰωακείμου Σαχχίαν ἀπέδειξε βασιλέα ὅρκους παρʼ αὐτοῦ λαβών, ἦ μὴν φυλάξειν αὐτῷ τὴν χώραν καὶ μηδὲν νεωτερίσειν μηδὲ τοῖς Αἰγυπτίοις εὐνοήσειν.
 
Σαχχίας δʼ ἦν ἐτῶν μὲν εἴκοσι καὶ ἑνός, ὅτε τὴν ἀρχὴν παρέλαβεν, ὁμομήτριος μὲν Ἰωακείμου τοῦ ἀδελφοῦ αὐτοῦ, τῶν δὲ δικαίων καὶ τοῦ δέοντος ὑπερόπτης· καὶ γὰρ τὴν ἡλικίαν ἦσαν ἀσεβεῖς περὶ αὐτὸν καὶ ὁ πᾶς ὄχλος ἐπʼ ἐξουσίας ὕβριζεν ἃ ἤθελεν·
 
διὸ καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτὸν ἐλθὼν πολλάκις ἐμαρτύρατο κελεύων τὰς μὲν ἄλλας ἀσεβείας καὶ παρανομίας καταλιπεῖν, προνοεῖν δὲ τοῦ δικαίου, καὶ μήτε τοῖς ἡγεμόσι τῷ εἶναι ἐν αὐτοῖς πονηροὺς προσανέχειν μήτε τοῖς ψευδοπροφήταις ἀπατῶσιν αὐτὸν πεπιστευκέναι, ὡς οὐκέτι πολεμήσει τὴν πόλιν ὁ Βαβυλώνιος καὶ ὡς Αἰγύπτιοι στρατεύσουσιν ἐπʼ αὐτὸν καὶ νικήσουσι· ταῦτα γὰρ οὐκ ἀληθῆ λέγειν οὐδʼ οὕτως ὀφείλοντα γενέσθαι.
 
ὁ δὲ Σαχχίας ἐφʼ ὅσον μὲν ἤκουσε τοῦ προφήτου ταῦτα λέγοντος ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν ὡς ἀληθεύουσι καὶ συμφέρον αὐτῷ πεπιστευκέναι· διέφθειρον δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τῶν τοῦ προφήτου πρὸς ἅπερ ἤθελον.
 
προεφήτευσε δὲ καὶ Ἰεζεκίηλος ἐν Βαβυλῶνι τὰς μελλούσας τῷ λαῷ συμφορὰς καὶ γράψας ταῦτα ἔπεμψεν εἰς Ἱεροσόλυμα. ταῖς δὲ προφητείαις αὐτῶν Σαχχίας ἠπίστησεν ἐκ τοιαύτης αἰτίας· τὰ μὲν ἄλλα πάντα συμφωνοῦντα εἰπεῖν συνέβη, ὡς ἥ τε πόλις ἁλώσεται καὶ Σαχχίας αὐτὸς αἰχμάλωτος ἔσται, διεφώνησε δὲ Ἰεζεκίηλος εἰπὼν οὐκ ὄψεσθαι Βαβυλῶνα τὸν Σαχχίαν τοῦ Ἱερεμίου φάσκοντος αὐτῷ, ὅτι δεδεμένον αὐτὸν ὁ Βαβυλώνιος ἄξει βασιλεύς.
 
καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme