Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

115 ὁ δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δʼ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. ὁ δʼ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφʼ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα.
116 Ἔτει δʼ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς.
117 ἐν δὲ τῇ εἱρκτῇ τυγχάνων ὁ προφήτης Ἱερεμίας οὐχ ἡσύχαζεν, ἀλλʼ ἐκεκράγει καὶ ἐκήρυσσε παραινῶν τῷ πλήθει δέξασθαι τὸν Βαβυλώνιον ἀνοίξαντας τὰς πύλας· σωθήσεσθαι γὰρ αὐτοὺς πανοικὶ τοῦτο πράξαντας, εἰ δὲ μή, διαφθαρήσεσθαι.
118 προύλεγεν δʼ ὡς εἰ μὲν ἐπιμένοι τις ἐν τῇ πόλει πάντως ἀπολεῖται θατέρῳ ἢ λιμῷ δαπανηθεὶς ἢ σιδήρῳ τῷ τῶν πολεμίων, εἰ δὲ φύγοι πρὸς τοὺς πολεμίους, διαδράσεται τὸν θάνατον.
119 οὐδὲ ἐν αὐτοῖς δὲ ὄντες τοῖς δεινοῖς ἐπίστευον οἱ ταῦτʼ ἀκούοντες τῶν ἡγεμόνων, ἀλλὰ μετʼ ὀργῆς ἀπήγγελλον ἐλθόντες πρὸς τὸν βασιλέα, καὶ κατηγοροῦντες κατῃτιῶντο κτεῖναι τὸν προφήτην ὡς μεμηνότα καὶ τὰς ψυχὰς αὐτῶν προκατακλῶντα καὶ ταῖς τῶν χειρόνων καταγγελίαις τὸ πρόθυμον ἐκλύοντα τοῦ πλήθους· ἕτοιμον γὰρ εἶναι αὐτὸ ὑπὲρ αὐτοῦ καὶ τῆς πατρίδος κινδυνεῦσαι, ὁ δὲ παρῄνει πρὸς τοὺς πολεμίους φεύγειν ἁλώσεσθαι λέγων τὴν πόλιν καὶ πάντας ἀπολεῖσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme