Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

111 ὡς δʼ ἀνεχώρησεν ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν ὁ βασιλεὺς ἐκ τοῦ νεώ.
112 τἀναντία δὲ τούτων καὶ ἀληθῆ προελθὼν Ἱερεμίας προεφήτευσεν, ὡς ποιοῦσι μὲν κακῶς καὶ ἐξαπατῶσι τὸν βασιλέα, παρὰ δὲ τῶν Αἰγυπτίων οὐδὲν αὐτοῖς ἐστιν ὄφελος, ἀλλὰ νικήσας αὐτοὺς ὁ Βαβυλώνιος ἐπιστρατεύσειν εἰς τὰ Ἱεροσόλυμα μέλλει, καὶ πολιορκήσει τε καὶ τῷ λιμῷ διαφθερεῖ τὸν δῆμον, καὶ τοὺς περιλειφθέντας αἰχμαλώτους ἄξει, καὶ τὰς οὐσίας διαρπάσει, καὶ τὸν ἐν τῷ ναῷ πλοῦτον ἐκφορήσας ἔτι καὶ αὐτὸν ἐμπρήσει καὶ κατασκάψει τὴν πόλιν, καὶ δουλεύσομεν αὐτῷ καὶ τοῖς ἐγγόνοις αὐτοῦ ἐπʼ ἔτη ἑβδομήκοντα.
113 παύσουσι δʼ ἡμᾶς τότε τῆς ὑπʼ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφʼ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα καταστήσομεν.
114 ταῦτα λέγων ὁ Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δʼ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme