Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

106 προεφήτευσε δὲ καὶ Ἰεζεκίηλος ἐν Βαβυλῶνι τὰς μελλούσας τῷ λαῷ συμφορὰς καὶ γράψας ταῦτα ἔπεμψεν εἰς Ἱεροσόλυμα. ταῖς δὲ προφητείαις αὐτῶν Σαχχίας ἠπίστησεν ἐκ τοιαύτης αἰτίας· τὰ μὲν ἄλλα πάντα συμφωνοῦντα εἰπεῖν συνέβη, ὡς ἥ τε πόλις ἁλώσεται καὶ Σαχχίας αὐτὸς αἰχμάλωτος ἔσται, διεφώνησε δὲ Ἰεζεκίηλος εἰπὼν οὐκ ὄψεσθαι Βαβυλῶνα τὸν Σαχχίαν τοῦ Ἱερεμίου φάσκοντος αὐτῷ, ὅτι δεδεμένον αὐτὸν ὁ Βαβυλώνιος ἄξει βασιλεύς.
107 καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν.
108 Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπʼ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετʼ ἐκείνων ἐγένοντο.
109 μαθὼν δὲ τοῦτο ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπʼ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν.
110 ὁ δʼ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν ὁ σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. ὁ δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme