Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

arg η. ὡς μετὰ τὴν ἀναχώρησιν τὴν τοῦ Βαβυλωνίου πάλιν ὁ Ἰωάκειμος ἐφρόνησε τὰ τῶν Αἰγυπτίων καὶ στρατεύσας ἐπ' αὐτὸν ὁ Ναβουχοδονόσαρος καὶ πολιορκήσας τῆς πόλεως παραδούσης ἑαυτὴν μετὰ χρόνον τὸν μὲν Ἰωάκειμον ἀπέκτεινεν, Ἰωάκειμον δὲ τὸν υἱὸν αὐτοῦ κατέστησε βασιλέα· καὶ ὡς πολλὰ χρήματα λαβὼν ἐκ τῶν Ἱεροσολύμων εὐθέως εἰς Συρίαν ὑπέστρεψεν.
arg θ. ὅτι μετανοήσας ἐπὶ τῷ τὸν Ἰωάκειμον ποιῆσαι βασιλέα καὶ στρατεύσας ἐπὶ Ἱεροσόλυμα ἐγκρατὴς τοῦ Ἰωακείμου γίνεται παραδόντος αὑτὸν μετὰ τῆς μητρὸς καὶ τῶν φίλων, ὅπως τ' ἔλαβε πολλοὺς αἰχμαλώτους ὁ Βαβυλώνιος καὶ ἀναθήματα βαστάσας ἐκ τοῦ ἱεροῦ ἀνέστρεψεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίου θεῖον Σαχχίαν τῶν Ἱεροσολυμιτῶν βασιλέα καταστήσας.
arg ι. ὡς καὶ τοῦτον ἀκούσας βούλεσθαι πρὸς τοὺς Αἰγυπτίους συμμαχίαν ποιήσασθαι καὶ φιλίαν στρατεύσας ἐπὶ τὰ Ἱεροσόλυμα κατὰ κράτος αἱρεῖ τῇ πολιορκίᾳ καὶ τὸν ναὸν ἐμπρήσας τὸν τῶν Ἱεροσολυμιτῶν δῆμον καὶ Σεδεκίαν μετῴκισεν εἰς Βαβυλῶνα.
arg ια. ὡς Ναβουχοδονόσαρος τελευτήσας διάδοχον καταλείπει τῆς βασιλείας τὸν υἱόν, καὶ ὡς καταλύεται ἡ τούτων ἀρχὴ ὑπὸ Κύρου τοῦ τῶν Περσῶν βασιλέως.
arg ιβ. ὅσα συνέβη τοῖς Ἰουδαίοις κατὰ τοῦτον τὸν καιρὸν παρὰ τοῖς Βαβυλωνίοις.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρπβ μῆνας ϛ ἡμέρας ι.
1 Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος ὁ τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπʼ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme