Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 10

75 γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν.
76 Ἰωσίας δὲ οὐ προσίετο τὰ παρὰ τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ.
77 διατάσσοντος γὰρ αὐτοῦ τὴν δύναμιν καὶ ἐφʼ ἅρματος ἀπὸ κέρως ἐπὶ κέρας ὀχουμένου τοξεύσας τις αὐτὸν τῶν Αἰγυπτίων ἔπαυσε τῆς πρὸς τὴν μάχην σπουδῆς· τῷ τραύματι γὰρ περιαλγὴς ὢν ἐκέλευσεν ἀνακληθῆναι τὸ στράτευμα καὶ ὑπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. τελευτᾷ δʼ ἐκ τῆς πληγῆς ἐκεῖ τὸν βίον καὶ κηδεύεται ἐν ταῖς πατρῴαις θήκαις μεγαλοπρεπῶς βιώσας μὲν ἔτη τριακονταεννέα, βασιλεύσας δὲ τούτων ἓν καὶ τριάκοντα.
78 πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ ὁ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος θρηνητικόν, ὃ καὶ μέχρι νῦν διαμένει.
79 οὗτος ὁ προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ ὁ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme