Book 10
54
διαπέμψας δὲ κατὰ πᾶσαν τὴν χώραν χρυσὸν καὶ ἄργυρον τοὺς βουλομένους ἐκέλευε κομίζειν εἰς ἐπισκευὴν τοῦ ναοῦ, ὅσον τις ἢ προαιρέσεως ἢ δυνάμεως ἔχει.
55
κομισθέντων δὲ τῶν χρημάτων τῆς ἐπιμελείας τοῦ ναοῦ καὶ τῆς εἰς τοῦτο δαπάνης προύστησε τόν τʼ ἐπὶ τῆς πόλεως Ἀμασίαν καὶ τὸν γραμματέα Σαφᾶν καὶ τὸν γραφέα τῶν ὑπομνημάτων Ἰωάτην καὶ τὸν ἀρχιερέα Ἐλιακίαν,
56
οἳ μηδὲν ὑπερθέσει μηδὲ ἀναβολῇ δόντες ἀρχιτέκτονας καὶ πάνθʼ ὅσα πρὸς τὴν ἐπισκευὴν χρήσιμα παρασκευάσαντες εἴχοντο τῶν ἔργων. καὶ ὁ μὲν ναὸς οὕτως ἐπισκευασθεὶς τὴν τοῦ βασιλέως εὐσέβειαν φανερὰν ἐποίησεν.
57
Ὄγδοον δʼ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν ᾖ χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι.
58
προκομίζων δὲ τὸν χρυσὸν ὁ ἀρχιερεὺς Ἐλιακίας ἐντυγχάνει ταῖς ἱεραῖς βίβλοις ταῖς Μωυσέος ἐν τῷ ναῷ κειμέναις καὶ προκομίσας δίδωσι τῷ γραμματεῖ Σαφᾷ. ὁ δὲ ἀναγνοὺς παραγίνεται πρὸς τὸν βασιλέα καὶ πάντα ὅσα κελεύει γενέσθαι τέλος ἔχοντα ἐδήλου, παρανέγνω δʼ αὐτῷ καὶ τὰς βίβλους αὐτῶν.