Book 1
313
καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ ὁ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης.
314
Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθʼ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος.
315
σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα,
316
ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπʼ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα ἃ μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν ὁ συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.
317
ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην.