Book 1
248
ἡ δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶ Ῥεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ ὁ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.
249
τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην.
250
ἠξίου τε παρʼ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης, κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν ἢ τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος.
251
ἡ δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν.