Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

198 τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δʼ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλʼ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν ὁ εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι.
199 Ταῦτʼ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, ὁ μὲν Ἅβραμος ἡσύχασεν·
200 οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ ὁ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν.
201 τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπʼ αἰσχύνῃ τῶν ξένων, ἀλλʼ ἔχειν αἰδῶ τῆς παρʼ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδʼ οὕτως ἐπείσθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme