Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

163 ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης ὁ βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας.
164 ἐμποδίζει δὲ αὐτοῦ ὁ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφʼ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα.
165 ὁ δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος· δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπʼ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι.
166 Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε.
167 θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι.
168 πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτʼ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme