Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

 
αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, ᾗ πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών,
 
ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν.
 
Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, ᾧ παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας.
 
τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν.
 
πατὴρ δὲ θυγατρὸς γενόμενος ὁ Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν.
 
ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα· πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δʼ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων καὶ πλεονεκτῶν.
 
Ἄδαμος δὲ ὁ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ ἡ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντʼ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ.
 
γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν· τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν.
 
οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν.
 
ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατʼ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα,
 
ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπʼ αὐτῶν ἀνατεθῆναι. μένει δʼ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα.
 
Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλʼ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότʼ ἐπιδεικνύμενοι διʼ ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν.
 
πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφʼ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται.
 
Νῶχος δὲ τοῖς πραττομένοις ὑπʼ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δʼ οὐκ ἐνδιδόντας, ἀλλʼ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς.
 
Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δʼ οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλʼ ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε.
 
καὶ οἱ μὲν οὕτως ἀφανίζονται πάντες, Νῶχος δὲ σώζεται μόνος ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην·
 
λάρνακα τετράστεγον κατασκευάσας πηχῶν τὸ μῆκος τριακοσίων πεντήκοντα δὲ τὸ πλάτος καὶ τριάκοντα τὸ βάθος, εἰς ταύτην σὺν τῇ μητρὶ τῶν παίδων καὶ ταῖς τούτων γυναιξὶν ἀνέβη, τά τε ἄλλα ὅσα πρὸς τὰς χρείας ἐπικουρήσειν αὐτοῖς ἔμελλεν ἐνθέμενος, ζῷά τε παντοῖα πρὸς διατήρησιν τοῦ γένους αὐτῶν ἄρρενάς τε καὶ θηλείας συνεισβαλόμενος ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν.
 
ἦν δʼ ἡ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδʼ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται.
 
ἦν δʼ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου·
 
Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες.
 
Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι.
 
χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ ὁ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς.
 
Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις.
 
Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος ὁ Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε.
 
τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι.
 
Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, ᾧ τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις.
 
Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων.
 
ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω.
 
Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας.
 
παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς ὁ Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει.
 
ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· ὁ δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν·
 
ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι.
 
Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι Βηρωσὸς ὁ Χαλδαῖος· διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτως που διέξεισι· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δʼ οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.
 
μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως·
 
ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δʼ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.
 
Νῶχος δὲ φοβούμενος, μὴ καθʼ ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν ὁ θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφʼ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων·
 
κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δʼ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν.
 
εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων.
 
Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας ὁ θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον,
 
σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν ἢ δόντα τοῦτο διαφθείρειν· ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme