Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

110 καὶ τὸ μὲν πεδίον, εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν, καλεῖται Σεναάρ· τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς διὰ πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀφθονίας ἀπολαύοιεν τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας·
111 ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν· οἱ δὲ οὐ κατὰ τὴν εὐμένειαν τὴν ἐκείνου νομίζοντες ἔχειν τὰ ἀγαθά, τὴν δʼ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπολαμβάνοντες οὐκ ἐπείθοντο.
112 προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατʼ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρητότεροι γένωνται.
113 Ἐξῆρέ τε αὐτοὺς πρός τε ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Ναβρώδης, ὃς υἱωνὸς μὲν ἦν Χάμου τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος· ἔπειθεν οὖν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ διʼ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι,
114 καὶ περιίστα δὲ κατʼ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme