Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 1

105 μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδʼ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι.
106 οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπʼ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται.
107 μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρʼ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις,
108 Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν.
109 Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς ἔτεσιν ἑκατὸν ἔμπροσθεν τῆς ἐπομβρίας γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους σφόδρα δεδιότας διὰ τὸν κατακλυσμὸν τὰ πεδία καὶ ὀκνηρῶς ἔχοντας πρὸς τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων κατάβασιν ἔπεισαν θαρσήσαντας μιμητὰς αὐτῶν γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme