Book 55
4.3
οἱ. φίλῳ τέ τινι δίκην φεύγοντι συνεξητάσθη, προεπικοινώσας αὐτὸ τοῦτο τῇ γερουσίᾳ· καὶ ἐκεῖνόν τε ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ οὐχ ὅπως δι’ ὀργῆς ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χρησάμενον, ἀλλὰ καὶ εὐθυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν ἄντικρυς a)/ntikrus is omitted in M, but has been added in the margin by an early corrector sho indicates its place as betseen ei)pw\n and o(/ti. ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν τῶν πολλῶν πονηρίαν εἴη. ἄλλους γε μὴν ἐπιβουλεύειν οἱ μηνυθέντας
4.4
ἐκόλασε. καὶ ταμίας ἔν τε τῇ παραλίᾳ τῇ πρὸς τῇ πόλει καὶ ἐν ἑτέροις τισὶ τῆς Ἰταλίας χωρίοις ἄρχειν ἐποίησε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. τότε μὲν οὖν οὐκ ἠθέλησεν ἐς τὴν πόλιν διὰ τὸν
5.1
τοῦ Δρούσου θάνατον, ὥσπερ εἶπον, ἐσελθεῖν, τῷ δὲ ἑξῆς ἔτει, ἐν ᾧ Ἀσίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ
5.2
νομιζόμενον ἐσήνεγκε. καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ πλεῖον ἐν τῷ τοῦ Δρούσου ὀλέθρῳ ἐζημιῶσθαι ἢ ἐν ταῖς νίκαις ὠφελῆσθαι νομίζων· οἱ δὲ δὴ ὕπατοι τά τε ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ ἐκ