Book 55
τὸν δʼ οὖν Τιβέριον ἐς τὴν τοῦ αὐτοκράτορος ἀρχὴν ἀντὶ τοῦ Δρούσου προαγαγὼν τῇ τε ἐπικλήσει ἐκείνῃ ἐγαύρωσε καὶ ὕπατον αὖθις ἀπέδειξε, γράμματά τε κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ πρὶν ἐς τὴν ἀρχὴν ἐσελθεῖν, ἐκθεῖναι πρὸς τὸ κοινὸν ἐποίησε, καὶ προσέτι καὶ τοῖς ἐπινικίοις
ἐσέμνυνεν· αὐτὸς γὰρ ἐκεῖνα μὲν οὐκ ἠθέλησε πέμψαι, ἐς δὲ δὴ τὰ γενέθλια ἱπποδρομίαν ἀίδιον ἔλαβε. τά τε τοῦ πωμηρίου ὅρια ἐπηύξησε, καὶ τὸν μῆνα mh=na R. Steph., me\n mh=na M. τὸν Σεξτίλιον ἐπικαλούμενον Αὔγουστον
ἀντωνόμασε· τῶν γὰρ ἄλλων τὸν Σεπτέμβριον οὕτως, ἐπειδήπερ ἐν αὐτῷ ἐγεγέννητο, προσαγορεῦσαι ἐθελησάντων ἐκεῖνον αὐτοῦ προετίμησεν, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ πρῶτον ἀπεδέδεικτο καὶ μάχας πολλὰς καὶ μεγάλας ἐνενικήκει.
ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἀπʼ αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ a)ei\ omitted by M, but added in margin by early corrector. παρέλυε
καὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δέ, δικάζοντί ποτε αὐτῷ προσστάς, καὶ ἰδὼν ὅτι πολλοὺς θανατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγύς οἱ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον “ἀνάστηθι ἤδη ποτέ, δήμιε,” καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστʼ ἐκεῖνον μήτʼ ἀποκτεῖναί τινα καὶ
εὐθὺς ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτα
τῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δʼ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τε παρʼ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ ἐν e)n supplied by Reim. (and so Zon. cod. B). τῷ τῶν ἱππέων τέλει κατεβίω.
τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ ἐπʼ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος μὲν ὁ Μαικήνας ἐγένετο, καὶ
οὕτω τῷ Αὐγούστῳ ἐχρῆτο· πρῶτός τε κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶτος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύλου ἀπελευθέρου συχνοὺς ἐξεδίδαξε.
Τιβέριος δὲ ἐν τῇ νουμηνίᾳ ἐν ᾗ ὑπατεύειν μετὰ Γναίου Πίσωνος ἤρξατο ἔς τε τὸ Ὀκταουίειον *)oktaoui/eion Dind., o)ktaou/ion M. τὴν βουλὴν ἤθροισε διὰ τὸ ἔξω τοῦ πωμηρίου
αὐτὸ εἶναι, καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευάσαι προστάξας, ὅπως τό τε ἴδιον καὶ τὸ τοῦ Δρούσου ὄνομα αὐτῷ ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ τεμένισμα τὸ Λίουιον ὠνομασμένον καθιέρωσε μετὰ τῆς μητρός· καὶ αὐτὸς μὲν τὴν γερουσίαν ἐν τῷ Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκας
ἰδίᾳ που εἱστίασε. καὶ οὐ πολλῷ ὕστερον κινηθέντων τινῶν ἐν τῇ Γερμανίᾳ ἐξωρμήθη· τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου γενομένην ὁ Γάιος ἀντʼ αὐτοῦ σὺν τῷ Πίσωνι διέθηκε. τό τε πεδίον τὸ Ἀγρίππειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον diribitw/rion Bk., deiribitw/rion M. αὐτὸς ὁ
Αὔγουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ (ἦν δὲ οἶκος μέγιστος τῶν πώποτε μίαν ὀροφὴν σχόντων· νῦν γὰρ δὴ πάσης τῆς στέγης αὐτοῦ καθαιρεθείσης, ὅτι οὐκ ἠδυνήθη αὖθις συστῆναι, ἀχανής ἐστινʼ ὅ τε Ἀγρίππας οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσθη· ἡ δὲ ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πῶλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ τοὺς δρόμους
διακοσμήσασα ἐποίει, οὐδέπω ἐξείργαστο. κἀν τούτῳ καὶ αἱ ai( Dind., oi( M. ἐπιτάφιοι ἐπὶ τῷ Ἀγρίππᾳ ὁπλομαχίαι, φαιὰν ἐσθῆτα τῶν τε ἄλλων πλὴν τοῦ Αὐγούστου καὶ αὐτῶν τῶν υἱέων αὐτοῦ λαβόντων, καὶ ἑνὸς πρὸς ἕνα καὶ πλειόνων πρὸς ἴσους, ἐν τοῖς σέπτοις διά τε τὴν ἐς τὸν Ἀγρίππαν τιμὴν καὶ διὰ το πολλὰ τῶν περὶ τὴν ἀγορὰν οἰκοδομημάτων κεκαῦσθαι,
ἐγένοντο. καὶ τὸ μὲν τοῦ πυρὸς αἴτιον ἐς τοὺς χρεωφείλας ἀνεφέρετο, ὡς καὶ ἐπίτηδες αὐτὸ παρασκευάσαντας ἵνʼ ἀποκόψωσί τι τῶν χρεῶν, συχνὰ δόξαντες ἐζημιῶσθαι· ἔτυχον δὲ ἐκεῖνοι μὲν οὐδενός, οἱ δὲ δὴ στενωποὶ ἐπιμελητῶν τινων ἐκ τοῦ δήμου, οὓς καὶ στενωπάρχους καλοῦμεν·
καί σφισι καὶ τῇ ἐσθῆτι τῇ ἀρχικῇ καὶ ῥαβδούχοις δύο, ἐν αὐτοῖς τοῖς χωρίοις ὧν ἂν ἄρχωσιν, ἡμέραις τισὶ χρῆσθαι ἐδόθη, ἥ τε δουλεία ἡ τοῖς ἀγορανόμοις τῶν ἐμπιμπραμένων ἕνεκα συνοῦσα ἐπετράπη, καίτοι καὶ ἐκείνων καὶ τῶν δημάρχων τῶν τε στρατηγῶν πᾶσαν τὴν πόλιν, δεκατέσσαρα dekate/ssara R. Steph., dekate/ssera M. μέρη νεμηθεῖσαν, κλήρῳ προσταχθέντων· ὃ καὶ νῦν γίγνεται.
τοσαῦτα μὲν ἐν τῷ ἔτει τούτῳ ἐπράχθη· ἐν γὰρ δὴ τῇ Γερμανίᾳ οὐδὲν ἄξιον μνήμης συνέβη· τῷ δὲ ὑστέρῳ, ἐν ᾧ Γάιός τε Ἀντίστιος καὶ Λαίλιος Βάλβος ὑπάτευσαν, ἰδὼν ὁ Αὔγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον αὐτούς τε μὴ πάνυ, οἶα ἐν ἡγεμονίᾳ τρεφομένους, τὰ ἑαυτοῦ ἤθη ζηλοῦντας (οὐ γὰρ ὅτι ἁβρότερον διῆγον, ἀλλὰ καὶ ἐθρασύνοντο· ἐς γοῦν τὸ θέατρόν ποτε καθʼ ἑαυτὸν
ὁ Λούκιος ἐσῆλθἐ καὶ πρὸς πάντων τῶν ἐν τῇ πολει, τὰ μὲν γνώμῃ τὰ δὲ θεραπείᾳ, κολακευομένους kolakeuome/nous, qruptome/nous Pflugk, kolakeuo/menos, qrupto/menos M. κἀκ τούτου ἔτι καὶ μᾶλλον θρυπτομένους kolakeuome/nous, qruptome/nous Pflugk, kolakeuo/menos, qrupto/menos M. (τά τε γὰρ ἄλλα καὶ ὕπατον τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τελοῦντα προεχειρίσαντο proexeiri/santo Rk., proexeiri/sato M.), ἠγανάκτησε, καὶ προσεπηύξατο μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ pote\ Xiph., to/te M. αὐτὸν κατέλαβε γενέσθαι, ὥστε τινὰ νεώτερον εἰκοσιετοῦς ὑπατεῦσαι.
ἐπειδή τε καὶ ὣς ἐνέκειντό οἱ, τότε ἔφη χρῆναί τινα τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅταν μήτε τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου σπουδαῖς
ἀνθίστασθαι δύνηται. καὶ μετὰ τοῦθʼ ἱερωσύνην μέν τινα αὐτῷ καὶ τὴν ἐς τὸ συνέδριον συμφοίτησιν τό τε συνθεᾶσθαι καὶ τὸ συνεστιᾶσθαι τῇ βουλῇ ἔδωκε· βουληθεὶς δὲ δὴ τρόπον Between tro/pon and (*)/a)rei (chap. 10, 2) two folios have been lost in M. The text here given is a combination of the epitomes of Zon., Xiph., and the Excerpta Valesiana (see Introd. to Vol. I. xviii ff.).